text
[Φ]ερέν[ικο]ς πρὸς τὸν Ἑρμῆν τὸν χθόνιον καὶ [τὴν Ἑ]- (recto)
κάτην χθονίαν καταδεδέσθω· Γαλήνην, ἥτις Φερεν[ί]-
κωι, καταδέω πρὸς Ἑρμῆν χθονικὸν καὶ Ἑκάτην χθονίαν κατα[δ]-
έω· καὶ ὡς οὗτος ὁ βόλυβδος ἄτιμος καὶ ψυχρός, οὕτω ἐκε(ῖ)νος καὶ τὰ ἐκε(ί)νω ἄτιμα [κ]-
αὶ ψυρχὰ ἔστω καὶ τοῖς μετ’ ἐκε(ί)νο(υ) ἃ περὶ ἐμο(ῦ) λέγοιεν καὶ βο(υ)λευοίατο.
Θερσίλοχος Οἰνό[φιλος] Φιλώτιος καὶ εἴ τ[ι]ς ἄ-
λλος Φερενίκωι σύνδικ[ος, πρ]ὸς τὸν Ἑρμῆν τὸγ χθόν[ι]-
ον καὶ Ἑκάτην χθονίαν καταδεδέσθω· Φερενίκο(υ) κα[ὶ ψυ]-
χὴν καὶ νο(ῦ)ν καὶ γλῶτταν καὶ βο(υ)λὰς καὶ [τ]ὰ πράττει καὶ τὰ περὶ ἐμο(ῦ) βο(υ)λε[ύ]-
εται, ἅπαντ’ αὐτῶι ἀντία ἔστω καὶ τοῖς μετ’ ἐκε(ί)νο(υ) βο(υ)λεύο(υ)σιν καὶ πράττο(υ)σιν.
καὶ ὅσον amplius nil scriptum est.
Ἑρμῆς χθόνιος (verso)
καὶ Ἑκάτη χθονία.
searchable text
Φερένικοϲ πρὸϲ τὸν Ἑρμῆν τὸν χθόνιον καὶ τὴν Ἑκάτην χθονίαν καταδεδέϲθω· Γαλήνην, ἥτιϲ Φερενίκωι, καταδέω πρὸϲ Ἑρμῆν χθονικὸν καὶ Ἑκάτην χθονίαν καταδέω· καὶ ὡϲ οὗτοϲ ὁ βόλυβδοϲ ἄτιμοϲ καὶ ψυχρόϲ, οὕτω ἐκεῖνοϲ καὶ τὰ ἐκείνω ἄτιμα καὶ ψυρχὰ ἔϲτω καὶ τοῖϲ μετ’ ἐκείνου ἃ περὶ ἐμοῦ λέγοιεν καὶ βουλευοίατο. Θερϲίλοχοϲ Οἰνόφιλοϲ Φιλώτιοϲ καὶ εἴ τιϲ ἄλλοϲ Φερενίκωι ϲύνδικοϲ, πρὸϲ τὸν Ἑρμῆν τὸγ χθόνιον καὶ Ἑκάτην χθονίαν καταδεδέϲθω· Φερενίκου καὶ ψυχὴν καὶ νοῦν καὶ γλῶτταν καὶ βουλὰϲ καὶ τὰ πράττει καὶ τὰ περὶ ἐμοῦ βουλεύεται, ἅπαντ’ αὐτῶι ἀντία ἔϲτω καὶ τοῖϲ μετ’ ἐκείνου βουλεύουϲιν καὶ πράττουϲιν. καὶ ὅϲον ampljvs njl scrjptvm est. Ἑρμῆϲ χθόνιοϲ καὶ Ἑκάτη χθονία.