text
(Φυλάκιον?) Spalte 1
καταδῶ.
ὥσπερ ταῦτα ἐκείνει καὶ ἔπη
ἀνένπαλιν, (ἀ)νέμπαλιν καὶ ἔργα.
οὕτ[ω] πάντα γένοιτο
(Καλλίαν) καταδῶ. Spalte 2
ὥσπερ ταῦτ᾽ἀνένπαλιν,
οὕτως γένοιτο Καλλίαι
ἀνένπαλιν καὶ
ἔργα καὶ
πάντα [ἔπ]η καὶ χεῖρας
καὶ πόδας
καὶ [γ]όνα[τ]α
καὶ ψυχὴν.
(Πάταικον) Spalte 3
καταδῶ.
ὥσπερ ταῦτα
ἀνένπαλιν,
οὕτω Π[ατ]αίκοι
πάντα [ἀν]ένπα[λι]ν
γένοιτο καὶ ἔπη
καὶ ἔργα καὶ χεῖρες
καὶ πόδες
καὶ ψυχή.
searchable text
Φυλάκιον? καταδῶ. ὥϲπερ ταῦτα ἐκείνει καὶ ἔπη ἀνένπαλιν, ἀνέμπαλινα καὶ ἔργα. οὕτω πάντα γένοιτο Καλλίαν καταδῶ. ὥϲπερ ταῦτ᾽ἀνένπαλιν, οὕτωϲ γένοιτο Καλλίαι ἀνένπαλιν καὶ ἀνέμπαλιν ἔργα καὶ πάντα ἔπη καὶ χεῖραϲ καὶ πόδαϲ καὶ γόνατα καὶ ψυχὴν. Πάταικον καταδῶ. ὥϲπερ ταῦτα ἀνένπαλιν, οὕτω Παταίκοι πάντα ἀνένπαλιν γένοιτο καὶ ἔπη καὶ ἔργα καὶ χεῖρεϲ καὶ πόδεϲ καὶ ψυχή.