text
Παρακατα{θ}τ[ί]θομαι ὑμεῖν θεοῖς καταχθον[ίοις] καὶ θεαῖς καταχθονίαις, Πλούτωνι
Yεσμιγαδωθ καὶ̣ Κού̣ρ̣ῃ̣ Π̣ερσεφόνῃ Εροσχιγ̣αλ κ̣α̣ὶ̣ Ἀδώνιδι τῷ καὶ Βαρβαριθα καὶ Ἑρμῇ
καταχθονίῳ Θοουθ καὶ Ἀνούβιδι κραταιῷ Ψηριφθα, τῷ τὰς κλεῖδας ἔχοντι τῶν καθ’ ᾍδ̣[ου],
καὶ δαίμοσι καταχθονίοις ἀώροις τε καὶ ἀώραις, μέλλαξί τε καὶ παρθένοις, ἐννιαυτοὺς [ἐξ ἐν]-
νιαυτῶν, μῆνας ἐκ μηνῶν, ἡμέρας ἐξ ἡμερῶν, νύκτας ἐγ νυκτῶν, ὥρας ἐξ ὡρῶν, ὁρκ̣[ίζω]
πάντας τοὺς δαίμονας τοὺς ἐν τῷ τόπῳ τούτῳ, συνπαράστατε τῷ δαίμονι τούτῳ. Διέγι-
ρέ μοι σεαυτὸν νέκυς δαίμων, ὅστις ποτὲ εἶ, εἴτε ἄρσης εἴτε θήλια, καὶ ὕπαγε {ις} ἰς πάντα τόπον καὶ
εἰς πᾶν ἄμφοδον καὶ εἰς πᾶσαν οἰκίαν καὶ κατάδησον Ἡρωνοῦν, ἣν ἔτεκεν Πτολεμαΐς, ἐμοὶ Ποσι-
δωνίῳ, ὃν ἔτεκεν Θσενουβάσθις, ὅπως μὴ βεινηθῇ, μὴ πυγισθῇ, μὴ λεικάσῃ, μηδὲν πρὸς
ἡδονὴν ποιήσῃ ἄλλῳ ἀνδρὶ εἰ μὴ ἐμοὶ μόνῳ Ποσιδωνίῳ, ἵνα μὴ δύνηται Ἡρωνοῦς μὴ
φαγεῖν, μὴ πεῖν, μὴ στέργειν, μὴ καρτερεῖν, μὴ εὐσταθεῖν, μὴ ὕπνου τυγχάνειν ἐκτὸς ἐμοῦ
Ποσιδωνίου, ὅτι ὁρκίζω σε κατὰ τοῦ ὀνόματος τοῦ φοβεροῦ καὶ τρομεροῦ, οὗ ἡ γῆ ἀκούουσα
τὸ ὄνομα ἀνοίγεται, οὗ οἱ δαίμονες ἀκούοντες τὸ ὄνομα ἔμφοβοι τρέμουσι, οὗ οἱ ποταμοὶ καὶ
θάλασσαι ἀκούουσαι τὸ ὄνομα ἔμφοβοι φοβοῦνται, οὗ αἱ πέτραι ἀκούουσαι τὸ ὄνομα ῥήσσονται, ὁρκί-
ζω σε νέκυς δαίμων, ὅστις ποτὲ εἶ, εἴτε ἄρσης εἴτε θήλια, κατὰ τοῦ βαρβαραμχελουμβρα
βαρουχαμβρα ἀδωναίου καὶ κατὰ τοῦ αβραθαβρασαξ σεσενγενβαρφαραγγη καὶ κατὰ τοῦ
ιαω ιωα πακεπτωθ πακεβραωθ σαβαρβαριαωθ μαρει ἐνδόξου καὶ κατὰ τοῦ μαρμαραιωθ καὶ
κατὰ τοῦ μαρμαραωθ μαρμαραυωθ μαρμαραχθα αμαρζα μαρειβαιωθ, μή μου πα-
ρακούσῃς νέκυς δαίμων, ὅστις ποτὲ εἶ, καὶ ὕπαγε ἰς πάντα τόπον καὶ ἰς πᾶν ἄμφο-
δον καὶ εἰς πᾶσαν οἰκίαν καὶ ἔνεγκέ μοι Ἡρωνοῦν, ἣν ἔτεκεν Πτολεμαΐς, καὶ κατάσχες αὐτῆς
τὸν βροτὸν καὶ τὸν πότον, μὴ ἐάσῃς Ἡρωνοῦν ἄλλου ἀνδρὸς πεῖραν λαβεῖν εἰ μὴ ἐμοῦ
μόνου Ποσιδωνίου, ὃν ἔτεκεν Θσενουβάσθις, ἕλκεται Ἡρωνοῦν τῶν τριχῶν καὶ τῶν
σπλάγχνων αὐτῆς πρὸς ἐμὲ Ποσιδώνιον πᾶσαν ὥραν τοῦ αἰῶνος, νυκτὸς καὶ ἡμέρας,
μέχρι οὗ ἔλθῃ Ἡρωνοῦς πρὸς ἐμὲ Ποσιδώνιον καὶ ἀδιαχώριστόν μου αὐτὴν ποιήσῃς μέ-
χρι θανάτου, ἵν’ ἔχω αὐτὴν Ἡρωνοῦν, ἣν ἔτεκεν Πτολεμαΐς, ὑποτεταγμένην ἐγὼ Πο-
σιδώνιος, ὃν ἔτεκεν Θσενουβάσθις, ἰς τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου. Ἤδη,
ἤδη, ταχύ, ταχύ. Ἐὰν τοῦτό μοι ποιήσῃς, ἀπολύσω σε.
searchable text
Παρακατατίθομαι ὑμεῖν θεοῖϲ καταχθονίοιϲ καὶ θεαῖϲ καταχθονίαιϲ, Πλούτωνι Yεϲμιγαδωθ καὶ Κούρῃ Περϲεφόνῃ Εροϲχιγαλ καὶ Ἀδώνιδι τῷ καὶ Βαρβαριθα καὶ Ἑρμῇ καταχθονίῳ Θοουθ καὶ Ἀνούβιδι κραταιῷ Ψηριφθα, τῷ τὰϲ κλεῖδαϲ ἔχοντι τῶν καθ’ ᾍδου, καὶ δαίμοϲι καταχθονίοιϲ ἀώροιϲ τε καὶ ἀώραιϲ, μέλλαξί τε καὶ παρθένοιϲ, ἐννιαυτοὺϲ ἐξ ἐννιαυτῶν, μῆναϲ ἐκ μηνῶν, ἡμέραϲ ἐξ ἡμερῶν, νύκταϲ ἐγ νυκτῶν, ὥραϲ ἐξ ὡρῶν, ὁρκίζω πάνταϲ τοὺϲ δαίμοναϲ τοὺϲ ἐν τῷ τόπῳ τούτῳ, ϲυνπαράϲτατε τῷ δαίμονι τούτῳ. Διέγιρέ μοι ϲεαυτὸν νέκυϲ δαίμων, ὅϲτιϲ ποτὲ εἶ, εἴτε ἄρϲηϲ εἴτε θήλια, καὶ ὕπαγε ἰϲ πάντα τόπον καὶ εἰϲ πᾶν ἄμφοδον καὶ εἰϲ πᾶϲαν οἰκίαν καὶ κατάδηϲον Ἡρωνοῦν, ἣν ἔτεκεν Πτολεμαΐϲ, ἐμοὶ Ποϲιδωνίῳ, ὃν ἔτεκεν Θϲενουβάϲθιϲ, ὅπωϲ μὴ βεινηθῇ, μὴ πυγιϲθῇ, μὴ λεικάϲῃ, μηδὲν πρὸϲ ἡδονὴν ποιήϲῃ ἄλλῳ ἀνδρὶ εἰ μὴ ἐμοὶ μόνῳ Ποϲιδωνίῳ, ἵνα μὴ δύνηται Ἡρωνοῦϲ μὴ φαγεῖν, μὴ πεῖν, μὴ ϲτέργειν, μὴ καρτερεῖν, μὴ εὐϲταθεῖν, μὴ ὕπνου τυγχάνειν ἐκτὸϲ ἐμοῦ Ποϲιδωνίου, ὅτι ὁρκίζω ϲε κατὰ τοῦ ὀνόματοϲ τοῦ φοβεροῦ καὶ τρομεροῦ, οὗ ἡ γῆ ἀκούουϲα τὸ ὄνομα ἀνοίγεται, οὗ οἱ δαίμονεϲ ἀκούοντεϲ τὸ ὄνομα ἔμφοβοι τρέμουϲι, οὗ οἱ ποταμοὶ καὶ θάλαϲϲαι ἀκούουϲαι τὸ ὄνομα ἔμφοβοι φοβοῦνται, οὗ αἱ πέτραι ἀκούουϲαι τὸ ὄνομα ῥήϲϲονται, ὁρκίζω ϲε νέκυϲ δαίμων, ὅϲτιϲ ποτὲ εἶ, εἴτε ἄρϲηϲ εἴτε θήλια, κατὰ τοῦ βαρβαραμχελουμβρα βαρουχαμβρα ἀδωναίου καὶ κατὰ τοῦ αβραθαβραϲαξ ϲεϲενγενβαρφαραγγη καὶ κατὰ τοῦ ιαω ιωα πακεπτωθ πακεβραωθ ϲαβαρβαριαωθ μαρει ἐνδόξου καὶ κατὰ τοῦ μαρμαραιωθ καὶ κατὰ τοῦ μαρμαραωθ μαρμαραυωθ μαρμαραχθα αμαρζα μαρειβαιωθ, μή μου παρακούϲῃϲ νέκυϲ δαίμων, ὅϲτιϲ ποτὲ εἶ, καὶ ὕπαγε ἰϲ πάντα τόπον καὶ ἰϲ πᾶν ἄμφοδον καὶ εἰϲ πᾶϲαν οἰκίαν καὶ ἔνεγκέ μοι Ἡρωνοῦν, ἣν ἔτεκεν Πτολεμαΐϲ, καὶ κατάϲχεϲ αὐτῆϲ τὸν βροτὸν καὶ τὸν πότον, μὴ ἐάϲῃϲ Ἡρωνοῦν ἄλλου ἀνδρὸϲ πεῖραν λαβεῖν εἰ μὴ ἐμοῦ μόνου Ποϲιδωνίου, ὃν ἔτεκεν Θϲενουβάϲθιϲ, ἕλκεται Ἡρωνοῦν τῶν τριχῶν καὶ τῶν ϲπλάγχνων αὐτῆϲ πρὸϲ ἐμὲ Ποϲιδώνιον πᾶϲαν ὥραν τοῦ αἰῶνοϲ, νυκτὸϲ καὶ ἡμέραϲ, μέχρι οὗ ἔλθῃ Ἡρωνοῦϲ πρὸϲ ἐμὲ Ποϲιδώνιον καὶ ἀδιαχώριϲτόν μου αὐτὴν ποιήϲῃϲ μέχρι θανάτου, ἵν’ ἔχω αὐτὴν Ἡρωνοῦν, ἣν ἔτεκεν Πτολεμαΐϲ, ὑποτεταγμένην ἐγὼ Ποϲιδώνιοϲ, ὃν ἔτεκεν Θϲενουβάϲθιϲ, ἰϲ τὸν ἅπαντα χρόνον τῆϲ ζωῆϲ μου. Ἤδη, ἤδη, ταχύ, ταχύ. Ἐὰν τοῦτό μοι ποιήϲῃϲ, ἀπολύϲω ϲε.