Text ID: 535, Feature ID: 468, Curse ID: 140, Ziebarth (1899) - Neue attische Fluchtafeln

 Texts: id 46235
txt_id
535
text
Καταδῶ Θεαγένην
γλ[ῶ]τταγ καὶ ψυχὴν καὶ λόγον ὃμ
μελεταῖ· καταδ[ῶ] δὲ καὶ Πυρρίου μαγείρου χεῖρας
κ]αὶ πόδας [γλ]ῶτταγ καὶ ψυχὴν καὶ λόγον ὃμ με-
λεταῖ : καταδῶ δὲ καὶ [Πυ]ρρίου γυναῖκα : γλῶτταν
καὶ ψυχὴν︙καταδῶ δὲ καὶ Κερκίωνα τὸμ μ[ά]γει-
ρον καὶ Δόκιμον μάγειρον γλῶτταγ καὶ ψυ-
χὴν καὶ λόγον ὃμ μελετῶσιν· καταδῶ δὲ καὶ
Κινέαν γλῶτταγ καὶ ψυχὴν καὶ λόγον ὃν συμ-
μελεταῖ Θεαγένε[ι· κα]ταδῶ δὲ καὶ Φερεκλέους
γ]λῶτταγ καὶ ψυχὴν [καὶ μ]αρτυρίαν ἣ Θεαγέν[ει]
μαρτυρεῖ︙καταδῶ δὲ [καὶ Σ]εύθου γλῶτταγ καὶ ψυ-
χὴν καὶ λόγον ὃμ μελεταῖ καὶ πόδας καὶ χεῖρας
ὀφ[θ]αλμοὺς [καὶ στόμ]α︙καταδῶ [δὲ] καὶ Λαμπρίου
γλῶττ]αγ καὶ ψυχὴν καὶ λόγομ ὃ μελ[ε]ταῖ, χεῖρας
πόδας, ὀφθαλμοὺς καὶ στόμα︙τούτους ἅπαντας
καταδῶ ἀφα[ν]ίζω κατ[ορύ]ττω καταπαττα-
λεύω· καὶ ἐπ[ὶ δ]ικαστη[ρί]ου καὶ παρὰ
διαιτητεῖ ἄν τι ποι[ήσω]σι μηθα-
μοῦ φαίνασθαι μήτ[ε] ἐ[ν
λό]γωι μ[ή]τε ἐν
ἔργ]ω[ι.
searchable text
Καταδῶ Θεαγένην γλῶτταγ καὶ ψυχὴν καὶ λόγον ὃμ μελεταῖ· καταδῶ δὲ καὶ Πυρρίου μαγείρου χεῖραϲ καὶ πόδαϲ γλῶτταγ καὶ ψυχὴν καὶ λόγον ὃμ μελεταῖ : καταδῶ δὲ καὶ Πυρρίου γυναῖκα : γλῶτταν καὶ ψυχὴν︙καταδῶ δὲ καὶ Κερκίωνα τὸμ μάγειρον καὶ Δόκιμον μάγειρον γλῶτταγ καὶ ψυχὴν καὶ λόγον ὃμ μελετῶϲιν· καταδῶ δὲ καὶ Κινέαν γλῶτταγ καὶ ψυχὴν καὶ λόγον ὃν ϲυμμελεταῖ Θεαγένει· καταδῶ δὲ καὶ Φερεκλέουϲ γλῶτταγ καὶ ψυχὴν καὶ μαρτυρίαν ἣν Θεαγένει μαρτυρεῖ︙καταδῶ δὲ καὶ Σεύθου γλῶτταγ καὶ ψυχὴν καὶ λόγον ὃμ μελεταῖ καὶ πόδαϲ καὶ χεῖραϲ ὀφθαλμοὺϲ καὶ ϲτόμα︙καταδῶ δὲ καὶ Λαμπρίου γλῶτταγ καὶ ψυχὴν καὶ λόγομ ὃμ μελεταῖ, χεῖραϲ πόδαϲ, ὀφθαλμοὺϲ καὶ ϲτόμα︙τούτουϲ ἅπανταϲ καταδῶ ἀφανίζω κατορύττω καταπατταλεύω· καὶ ἐπὶ δικαϲτηρίου καὶ παρὰ διαιτητεῖ ἄν τι ποιήϲωϲι μηθαμοῦ φαίναϲθαι μήτε ἐν λόγωι μήτε ἐν ἔργωι.
 
more...