text
[Κα]ταδῶ Θε[ο]δώρα[ν] πρὸς [τ]ὴ- (recto)
[ν] παρὰ Φε[ρρε]φάττηι καὶ πρὸς
[το(ὺ)ς] ἀτελ[έ]σ[το(υ)ς]· ἀτελὴς [ε]ἴ[η] α[ὐτὴ
κα]ὶ ὅτι ἂμ πρὸς Καλλίαν διαλ[έγειν] μέλ-
[ληι καὶ πρ]ὸς Χαρίαν ὅτι ἂν διαλέγ[ειν μέλληι
καὶ ἔ]ργα καὶ ἔπη καὶ ἐργασίας· . α πρ
ἔπη λόγον ὃν ἄμ πο[τε] καὶ λέ[γηι· καταδῶ(?)
Θεο]δώραν πρὸς Χαρίαν ἀτελῆ αὐτὴ(ν) ε[ἶν]αι
[καὶ ἐπι]λαθέσθαι Χαρίαν Θεοδώρα[ς] καὶ το[ῦ π]α[ι-
δί]ο(υ) τοῦ Θεοδώρας ἐπιλαθέσ[θ]αι Χαρί[α]ν
[καὶ τῆς] κοίτης τῆς [π]ρὸς Θε[οδώ]ρα[ν.]
[Καὶ ὡς] οὗτος [ὁ νεκρὸς] ἀ[τ]ε[λ]ὴς κ[εῖται (verso)
οὕτως] ἀτέλεστα ε[ἶ]ναι Θεοδώραι πάντ-
[α κα]ὶ ἔπη̣ καὶ ἔργα τὰ πρὸς Χαρίαν καὶ πρὸς
[το(ὺ)ς ἄ]λλο(υ)ς ἀνθρώ[π]ο(υ)ς· καταδῶ [Θ]ε[ο]δώρ[αν
π]ρὸς τὸν Ἑρμῆν τὸ(γ) χθόνι[ον] καὶ πρὸς το(ὺ)ς
[ἀτε]λέστο[(υ)ς] καὶ πρὸς τὴν [Τ]ηθύν· [π]άντα [καὶ
ἔπη κ]αὶ ἔργα τὰ πρὸς Χαρίαν καὶ το(ὺ)ς ἄλλο(υ)ς
[ἀνθ]ρώπο(υ)ς καὶ [τὴν] κοίτην τὴν π[ρ]ὸς Χαρίαν
[ἐπι]λαθέσ[θ]αι Χαρίαν τῆς κ[οί]της· [Χ]αρ[ίαν]
καὶ. το(ῦ) παιδίο(υ) [Θ]ε[οδ]ώ[ρας ἐπιλαθέ-
σθαι ἧσ]π[ερ] ἐρᾶ[ι] ἐκε[ῖνος]
γ ο
searchable text
Καταδῶ Θεοδώραν πρὸϲ τὴ ν παρὰ Φερρεφάττηι καὶ πρὸϲ τοὺϲ ἀτελέϲτουϲ· ἀτελὴϲ εἴη αὐτὴ καὶ ὅτι ἂμ πρὸϲ Καλλίαν διαλέγειν μέλληι καὶ πρὸϲ Χαρίαν ὅτι ἂν διαλέγειν μέλληι καὶ ἔργα καὶ ἔπη καὶ ἐργαϲίαϲ· . α πρ ἔπη λόγον ὃν ἄμ ποτε καὶ λέγηι· καταδῶ? Θεοδώραν πρὸϲ Χαρίαν ἀτελῆ αὐτὴν εἶναι καὶ ἐπιλαθέϲθαι Χαρίαν Θεοδώραϲ καὶ τοῦ παι δίου τοῦ Θεοδώραϲ ἐπιλαθέϲθαι Χαρίαν καὶ τῆϲ κοίτηϲ τῆϲ πρὸϲ Θεοδώραν. Καὶ ὡϲ οὗτοϲ ὁ νεκρὸϲ ἀτελὴϲ κεῖται οὕτωϲ ἀτέλεϲτα εἶναι Θεοδώραι πάντα καὶ ἔπη καὶ ἔργα τὰ πρὸϲ Χαρίαν καὶ πρὸϲ τοὺϲ ἄλλουϲ ἀνθρώπουϲ· καταδῶ Θεοδώραν πρὸϲ τὸν Ἑρμῆν τὸγ χθόνιον καὶ πρὸϲ τοὺϲ ἀτελέϲτουϲ καὶ πρὸϲ τὴν Τηθύν· πάντα καὶ ἔπη καὶ ἔργα τὰ πρὸϲ Χαρίαν καὶ τοὺϲ ἄλλουϲ ἀνθρώπουϲ καὶ τὴν κοίτην τὴν πρὸϲ Χαρίαν ἐπιλαθέϲθαι Χαρίαν τῆϲ κοίτηϲ· Χαρίαν καὶ. τοῦ παιδίου Θεοδώραϲ ἐπιλαθέϲθαι ἧϲπερ ἐρᾶι ἐκεῖνοϲ γ ο