Ἑκάτη̣ χθονία, Ἄρτεμι χθονία, Ἑρμῆ χθόνιε, ἐπιφθόνησον Εὐθυδήμ[ωι]
καὶ Κρίτει, καὶ αὐτοῖς καὶ χρήμασι κ̣α̣ὶ̣ κ̣τ̣ή̣μ̣α̣σι. Δήσω τόγ γ’ ἐμὸν
ἐχθρὸν Εὐθύδημον καὶ Κρίτ̣ην ἐ̣[ν] α̣[ἵμ]α̣τι καὶ κονίαισιν
σὺμ πᾶσιν φθιμένοις. O(ὐ)δέ̣ σ̣ε λύσει πρώτη πενθετηρίς.
Τοιο(ύ)τωι σ’ ἐγὼ δήσω δεσμῶι, ὦ Εὐθύδημε, καὶ Κρίτην,
ὅσπερ κρατερώτατόν ἐστιν, γλώττει δὲ κυνωτὸν
ἐπεγκρο(ύ)σω.
Hekate Chthonia, Artemis Chthonia, Hermes Chthonios: envy Euthydemos and Krite, both themselves and [their] property and possessions. I bind my enemy Euthydemos and Krite in blood and ashes, with all the dead! Nor will the next four- year cycle release you. I bind you in such a bind, Euthydemos, and [I
bind] Krite, as strongly as possible, and upon [your] tongue a kynoton I strike in.