[Ὥ]σπερ σε ἡμεῖς οὐ γεινώσκομε-
ν, οὕτως Εὔπο[λ]ις καὶ Διονύσιος,
Μακαρεύς, Ἀρι[σ]τοκράτης
κα Δημόπολις, [Κ]ωμαῖος,
Ἡραγόρης, ἐπ᾽ [ὁκο]ῖον πρᾶγμα παρα-
γείνονται, κ[α]ὶ Λεπτίνας,
Ἐπικράτης, Ἑστιαῖος,
ἐπ’ ὅ τι πρᾶγμα [παρα]γείνονται, ἐπ’ ὅ τι-
να μαρτυρίην (sc. παραγείνονται), ο[ὗ]τοι [?]ΝΩΗ̣Σ̣ΑΝ[?].
{Ὥ[σπε]ρ ἡμεῖς σε} [Ἢ]ν δέ μοι αὐτοὺς
κατάσχῃς καὶ κ̣[ατα]λάβῃς, ἐὼ δέ σε
τειμήσω καί σο̣[ι] ἄριστον δ[ῶ]ρ-
ον παρασκε[υῶ].
Ὥσπερ σε ἡμεῖς οὐ γεινώσκομεν, οὕτως Εὔπολις καὶ Διονύσιος, Μακαρεύς, Ἀριστοκράτης καὶ Δημόπολις, Κωμαῖος,
Ἡραγόρης, ἐπ᾽ ὁκοῖον πρᾶγμα παραγείνονται, καὶ Λεπτίνας, Ἐπικράτης, Ἑστιαῖος, ἐπ’ ὅ τι πρᾶγμα παραγείνονται, ἐπ’ ὅ τινα μαρτυρίην παραγείνονται, οὗτοι ?ΝΩΗΣΑΝ?. Ὥσπερ ἡμεῖς σε Ἢν δέ μοι αὐτοὺς κατάσχῃς καὶ καταλάβῃς, ἐγὼ δέ σε τειμήσω καί σοι ἄριστον δῶρον παρασκευῶ.