Text ID: 796, Feature ID:4202, Curse ID: 586, Blümel (1992) - I.Knidos

 Texts: id 46831
txt_id
796
text
[Ἀνιεροῖ Προσόδιο]ν Δάματρι καὶ Κόραι
[καὶ θεοῖς το]ῖς παρὰ Δάματρι, τὶς τὸν Προσο-
[δίου ἄνδρα {τὸ]ν Προσοδίου ἄνδρα} περιαιρῖται
[Ἀνάκωνα πα]ρὰ τῶν παιδίων· μὴ τύχοι εὐιλά-
[του] μὴ Δάμα{μα}τρος μὴ θεῶν τῶν παρὰ Δάματρι·
[εἰ τοὺς π]αρ’ Ἀνάκωνος ὑποδέχεται ἐπὶ πονηρίαι τᾶι
[Προσοδ]ίου, Προσοδίοι δὲ ὅσια καὶ αὐτᾶι καὶ τοῖς παιδίοις
[κατὰ πᾶ]ν μέρος· καὶ τὶς ἄλ Ἀνάκωνα τὸν Προσοδίου
[ἄνδρα] ὑποδέχεται ἐπὶ πονηρίαι τᾶι Προσοδίο[υ],
μὴ τύχοι εὐιλάτου μὴ Δάματρος μὴ θεῶν [τῶν]
πὰ Δάματρι· Προσοδίοι δὲ ὅσια
 καὶ τοῖς τέκνοις
 κατὰ πᾶν μέρος.
searchable text
Ἀνιεροῖ Προϲόδιον Δάματρι καὶ Κόραι καὶ θεοῖϲ τοῖϲ παρὰ Δάματρι, τὶϲ τὸν Προϲοδίου ἄνδρα περιαιρῖται Ἀνάκωνα παρὰ τῶν παιδίων· μὴ τύχοι εὐιλάτου μὴ Δάματροϲ μὴ θεῶν τῶν παρὰ Δάματρι· εἰ τοὺϲ παρ’ Ἀνάκωνοϲ ὑποδέχεται ἐπὶ πονηρίαι τᾶι Προϲοδίου, Προϲοδίοι δὲ ὅϲια καὶ αὐτᾶι καὶ τοῖϲ παιδίοιϲ κατὰ πᾶν μέροϲ· καὶ τὶϲ ἄλλα Ἀνάκωνα τὸν Προϲοδίου ἄνδρα ὑποδέχεται ἐπὶ πονηρίαι τᾶι Προϲοδίου, μὴ τύχοι εὐιλάτου μὴ Δάματροϲ μὴ θεῶν τῶν πὰ Δάματρι· Προϲοδίοι δὲ ὅϲια  καὶ τοῖϲ τέκνοιϲ  κατὰ πᾶν μέροϲ.
 
more...