text
Ἀνιεροῖ Ἄρτε- (recto)
μεις Δάματρι,
Κούρα[ι, θεο]ῖς πα-
ρὰ Δάματρι πᾶ-
σι· ὅστις τὰ ὑπ’ ἐμοῦ
καταλιφθέντα ἱ-
μάτια καὶ ἔνδυ-
μα καὶ ἀνάκω[λ]-
ον, ἐμοῦ ἀπαιτ[η]-
σας, οὐκ ἀπέδ[ωκέ]
μοι, ἀνενέγκα[ι]
αὐτὸς παρὰ Δ[ά]-
[μ]ατρα, καὶ εἴ τι[ς]
[ἄλλος] τἀμὰ ἔ[ει],
[πεπρη]μένος ἐξ[α]-
[γορεύ]ων· ἐμο[ὶ]
[δὲ ὅσια κ]αὶ ἐλεύ-
[θερα]
καὶ συμπιεῖν καὶ (verso)
συμφαγεῖν καὶ
ἐπ[ὶ τὸ α]ὐτὸ στέ-
γος ἐ[λθ]εῖν· ἀδί-
κημαι γάρ̣, δέσπο[ι]-
να Δάματερ
searchable text
Ἀνιεροῖ Ἄρτεμειϲ Δάματρι, Κούραι, θεοῖϲ παρὰ Δάματρι πᾶϲι· ὅϲτιϲ τὰ ὑπ’ ἐμοῦ καταλιφθέντα ἱμάτια καὶ ἔνδυμα καὶ ἀνάκωλον, ἐμοῦ ἀπαιτηϲάϲαϲ, οὐκ ἀπέδωκέ μοι, ἀνενέγκαι αὐτὸϲ παρὰ Δάματρα, καὶ εἴ τιϲ ἄλλοϲ τἀμὰ ἔχει, πεπρημένοϲ ἐξαγορεύων· ἐμοὶ δὲ ὅϲια καὶ ἐλεύθερα καὶ ϲυμπιεῖν καὶ ϲυμφαγεῖν καὶ ἐπὶ τὸ αὐτὸ ϲτέγοϲ ἐλθεῖν· ἀδίκημαι γάρ, δέϲποινα Δάματερ