Text ID: 767, Feature ID:3935, Curse ID: 566, SGDI III

 Texts: id 46805
txt_id
767
text
[Ἀνα]τίθημι Δάματρι καὶ Κούραι τὸν κατ’ ἐμο[ῦ ε]-                                            (recto = SGDI III 3540)
ἴπ[α]ντα, ὅτι ἐγὼ τῶι ἐμῶι ἀνδ[ρὶ] φάρμακα ποιῶ.  ἀνα[βαῖ]
παρὰ Δάματρα πεπρημένος μετὰ τῶν αὐτοῦ [ἰδίων]
πάντων ἐξαγορεύων, καὶ μὴ τύχῃ εὐειλάτου [μήτε]
[Δ]άματρος καὶ Κούρας μηδὲ τῶν θεῶν τῶν παρὰ Δά[μα]-
τρος, ἐμοὶ δὲ ᾖ{η} ὅσια καὶ ἐλεύθερα ὁμοστεγησάσῃ ἢ ὧι ποτ̣[ε]
τρόπωι ἐπ[ι]πλεκομένηι· ἀνατίθημι δὲ καὶ τὸν κατ’ ἐ[μοῦ]
γράψαντα ἢ καὶ ἐπιτάξαντα· μὴ τύχοι Δάματρος καὶ
Κ̣όρας μηδὲ θεῶν τῶν παρὰ Δάματρος εὐιλάτων ἀλλ’ ἀ[ν]-
ααῖ μετὰ τῶν ἰδίων πάντων παρὰ Δ̣άματρα πεπρημένος.


[Ἀνατίθη]τι Ἀ[γ]εμόν[η] τὴν σπατάλην, ἣν ἀπώλεσ[α ἐν]                                  (verso = SGDI III 3541)
[τοῖς ․․․]λ̣οις τοῖς Ῥοδοκλεῦς, Δ̣άματρι καὶ Κούραι καὶ θεοῖς [π]ᾶσ[ι]
[καὶ πάσ]αις̣· ἀποδόντι μὲν [ὅ]σια καὶ ἐλεύθερα,  κομισαμένοις τ̣[ὸ]
[κόμισ]τρον, κ̣αὶ ἐμοὶ τῆι κομιζομένηι καὶ τῶι ἀποδιδόντι·
[μὴ ἀπ]οδιδόντι δὲ Δάμ[α]τρος καὶ Κούρας καὶ θεῶν τῶν π-
[αρὰ Δ]άματρι καὶ Κούραι πάντων καὶ πασᾶν, καὶ εἴ που πρ-
[α]θῆι, ἐνθύμιον ἔστω Δάματρος καὶ Κούρας· ἀνατίθημι δὲ κ[αὶ]
[εἴ τ]ωι πλέον ἐξέτεισα παρὰ τὸν σταθμὸν τὸν ὑπ’ ἐμοῦ ἐξῃτ-
[η]μένον Δάματρι καὶ Κούραι· Δέσποινα, ἐμοὶ δὲ
                                    ὅσια
Ἀνατίθημι Δάματρι καὶ Κόραι τὸν τὴ-
ν οἰκία μου ἀκατά[σ]τατον ποιοῦτα καὶ αὐτὸ[ν]
ΚΑΝΥΝ καὶ τὰ ἐείν[ο]υ πάντα· ἐμοὶ δὲ
[ὅ]σια καὶ ἐλ[εύθ]ε[ρ]α [—] π[ά]ντως.
searchable text
Ἀνατίθημι Δάματρι καὶ Κούραι τὸν κατ’ ἐμοῦ εἴπαντα, ὅτι ἐγὼ τῶι ἐμῶι ἀνδρὶ φάρμακα ποιῶ.  ἀναβαῖ παρὰ Δάματρα πεπρημένοϲ μετὰ τῶν αὐτοῦ ἰδίων πάντων ἐξαγορεύων, καὶ μὴ τύχῃ εὐειλάτου μήτε Δάματροϲ καὶ Κούραϲ μηδὲ τῶν θεῶν τῶν παρὰ Δάματροϲ, ἐμοὶ δὲ ᾖ ὅϲια καὶ ἐλεύθερα ὁμοϲτεγηϲάϲῃ ἢ ὧι ποτε τρόπωι ἐπιπλεκομένηι· ἀνατίθημι δὲ καὶ τὸν κατ’ ἐμοῦ γράψαντα ἢ καὶ ἐπιτάξαντα· μὴ τύχοι Δάματροϲ καὶ Κόραϲ μηδὲ θεῶν τῶν παρὰ Δάματροϲ εὐιλάτων ἀλλ’ ἀναβαῖ μετὰ τῶν ἰδίων πάντων παρὰ Δάματρα πεπρημένοϲ. Ἀνατίθητι Ἀγεμόνη τὴν ϲπατάλην, ἣν ἀπώλεϲα ἐν τοῖϲ ․․․λοιϲ τοῖϲ Ῥοδοκλεῦϲ, Δάματρι καὶ Κούραι καὶ θεοῖϲ πᾶϲι καὶ πάϲαιϲ· ἀποδόντι μὲν ὅϲια καὶ ἐλεύθερα, καὶ κομιϲαμένοιϲ τὸ κόμιϲτρον, καὶ ἐμοὶ τῆι κομιζομένηι καὶ τῶι ἀποδιδόντι· μὴ ἀποδιδόντι δὲ Δάματροϲ καὶ Κούραϲ καὶ θεῶν τῶν παρὰ Δάματρι καὶ Κούραι πάντων καὶ παϲᾶν, καὶ εἴ που πραθῆι, ἐνθύμιον ἔϲτω Δάματροϲ καὶ Κούραϲ· ἀνατίθημι δὲ καὶ εἴ τωι πλέον ἐξέτειϲα παρὰ τὸν ϲταθμὸν τὸν ὑπ’ ἐμοῦ ἐξῃτημένον Δάματρι καὶ Κούραι· Δέϲποινα, ἐμοὶ δὲ ὅϲια Ἀνατίθημι Δάματρι καὶ Κόραι τὸν τὴν οἰκίαν μου ἀκατάϲτατον ποιοῦντα καὶ αὐτὸν ΚΑΝΥΝ καὶ τὰ ἐκείνου πάντα· ἐμοὶ δὲ ὅϲια καὶ ἐλεύθερα — πάντωϲ.
 
more...