Text ID: 762, Feature ID:3896, Curse ID: 229, SGDI III

 Texts: id 46800
txt_id
762
text
Ἀνιεροῖ Ἀντιγό-                                        (recto)
νη Δάματρι, Κού-
ραι, Πλούτωνι, θε-
οῖς τοῖς παρὰ Δά-
ματρι ἅπασι καὶ
πάσαις· εἰ μὲν ἐ-
γὼ φάρμακον Ἀ-
σκλ[α]πιάδαι ἢ ἔ-
δ[ωκ]α̣ ἢ ἐνεθυ-
μ̣ήθη̣ν κατὰ ψ-
[υ]χὴν κακόν τι
[α]ὐτῷ ποῖσαι ἢ ἐ-
κάλεσα γυναῖκ-
α ἐπὶ τὸ ἱερόν,
τρία ἡμιμναῖ-
α διδοῦσα ἵνα
{ι} αὐτὸν ἐκ τῶν̣
ζώντων ἄρη,
ΑΝΑΒΑΙ Ἀντιγό-
νη πὰ Δάμα-
τρα πεπρημέ-
να ΕΞΟΜΟΛΟΥΛ̣,
καὶ μὴ γένοιτο
εὐειλάτ[ου] τυ-
χεῖν Δάματρο[ς,]
ἀλλὰ μεγάλα-
ς βασάνους βασ-
ανιζομένα· εἰ δ’ ε[ἶ]-
[πέ] τις κατ’ ἐμοῦ π-
ρὸς Ἀσκλαπιδα, εἰ κ-
ατ’ ἐμοῦ καὶ παριστ-
άνετα[ι] γυναῖκα,
χαλκοῦς ΔΟΣΑ
ΙΑΝΑΣΜΟΥΙΑ.


{Zeilen 1-22 (verso) nicht lesbar}            (verso)
ἐμοὶ δ’ ὅσια καὶ
εἰς βαλανέον
καὶ ὑπὸ ταὐτὸ
στέγος εἰσελ-
θεῖν καὶ ἐπὶ τὰ-
ν αὐτὰν τρπ-
εζαν.
searchable text
Ἀνιεροῖ Ἀντιγόνη Δάματρι, Κούραι, Πλούτωνι, θεοῖϲ τοῖϲ παρὰ Δάματρι ἅπαϲι καὶ πάϲαιϲ· εἰ μὲν ἐγὼ φάρμακον Ἀϲκλαπιάδαι ἢ ἔδωκα ἢ ἐνεθυμήθην κατὰ ψυχὴν κακόν τι αὐτῷ ποῖϲαι ἢ ἐκάλεϲα γυναῖκα ἐπὶ τὸ ἱερόν, τρία ἡμιμναῖα διδοῦϲα ἵνα αὐτὸν ἐκ τῶν ζώντων ἄρη, ΑΝΑΒΑΙ Ἀντιγόνη πὰ Δάματρα πεπρημένα ΕΞΟΜΟΛΟΥΛ, καὶ μὴ γένοιτο εὐειλάτου τυχεῖν Δάματροϲ, ἀλλὰ μεγάλαϲ βαϲάνουϲ βαϲανιζομένα· εἰ δ’ εἶπέ τιϲ κατ’ ἐμοῦ πρὸϲ Ἀϲκλαπιάδα, εἰ κατ’ ἐμοῦ καὶ παριϲτάνεται γυναῖκα, χαλκοῦϲ ΔΟΣΑ ΙΑΝΑΣΜΟΥΙΑ. ἐμοὶ δ’ ὅϲια καὶ εἰϲ βαλανέον καὶ ὑπὸ ταὐτὸ ϲτέγοϲ εἰϲελθεῖν καὶ ἐπὶ τὰν αὐτὰν τράπεζαν.
 
more...