text
προαγορεύω τοῖς [κα]τὰ [χ]ῶ[ρον τ]ό[νδε]
[ἐπι]κ̣ατάρατος, ὅστ[ις] μὴ [φε]ί[δοι]το κ[α]τὰ τόν[δε τὸν]
[χ]ῶρον τοῦδε τοῦ ἔργου καὶ τ[ῆ]ς ε[ἰκ]όνος [τῆς εἱδρυμέ]-
[νης], ἀλλὰ ἀτειμάσει ἢ μεταθήσει ὅρους ἐξ ὅρων [ἢ ὑβρίσει]
[μιάν]ας ἢ αἰκίσεται ἢ θραύσει ἤ τι μέρος ἢ σύμπαν ἢ [εἰς γῆν ἀνα]-
[τρέψ]ει καὶ κατασκεδάσει κα[ὶ ἀμ]αυ[ρώ]σει· τοῦτόν τε θεὸς [πατάξαι]
[ἀπ]ορίᾳ καὶ πυρετῷ καὶ ῥείγει καὶ [ἐρ]εθ[ι]σμ[ῷ] καὶ ἀνεμοφθ[ορίᾳ]
[καὶ παραπληξίᾳ] καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας· [καὶ εἴη ἀφανῆ]
[τὰ κτ]ήματα αὐτοῦ, μὴ γῆ βατή, μ[ὴ θάλα]ττα πλ[ωτ]ή, μ[ὴ παίδων]
[γονή]· μηδὲ οἶκος αὔξοιτο [μη]δὲ καρπῶν ἀπολαύ[οι μηδὲ οἴκου],
[μὴ φ]ωτός, μὴ χρήσεως μηδὲ κτήσεως, ἐπισκό[πους δὲ ἔχοι]
[Ἐρε]ινύας.
[εἰ δέ] τις εὐθετοίη καὶ τηροίη καὶ συμφυλ[άττοι, τῶν λῴων]
[ἀπο]λαύοι, εὐλογοῖτό τε ἐν παντὶ δήμ[ῳ, καὶ πληθύοι]
[αὐτῷ ο]ἶκος παίδων γοναῖς καὶ καρπ[ῶν ἀπολαύσεσιν, ἐπισκο]-
[ποίη δὲ] Χάρις καὶ Ὑγεία.
searchable text
προαγορεύω τοῖϲ κατὰ χῶρον τόνδε ἐπικατάρατοϲ, ὅϲτιϲ μὴ φείδοιτο κατὰ τόνδε τὸν χῶρον τοῦδε τοῦ ἔργου καὶ τῆϲ εἰκόνοϲ τῆϲ εἱδρυμένηϲ, ἀλλὰ ἀτειμάϲει ἢ μεταθήϲει ὅρουϲ ἐξ ὅρων ἢ ὑβρίϲει μιάναϲ ἢ αἰκίϲεται ἢ θραύϲει ἤ τι μέροϲ ἢ ϲύμπαν ἢ εἰϲ γῆν ἀνατρέψει καὶ καταϲκεδάϲει καὶ ἀμαυρώϲει· τοῦτόν τε θεὸϲ πατάξαι ἀπορίᾳ καὶ πυρετῷ καὶ ῥείγει καὶ ἐρεθιϲμῷ καὶ ἀνεμοφθορίᾳ καὶ παραπληξίᾳ καὶ ἀοραϲίᾳ καὶ ἐκϲτάϲει διανοίαϲ· καὶ εἴη ἀφανῆ τὰ κτήματα αὐτοῦ, μὴ γῆ βατή, μὴ θάλαττα πλωτή, μὴ παίδων γονή· μηδὲ οἶκοϲ αὔξοιτο μηδὲ καρπῶν ἀπολαύοι μηδὲ οἴκου, μὴ φωτόϲ, μὴ χρήϲεωϲ μηδὲ κτήϲεωϲ, ἐπιϲκόπουϲ δὲ ἔχοι Ἐρεινύαϲ. εἰ δέ τιϲ εὐθετοίη καὶ τηροίη καὶ ϲυμφυλάττοι, τῶν λῴων ἀπολαύοι, εὐλογοῖτό τε ἐν παντὶ δήμῳ, καὶ πληθύοι αὐτῷ οἶκοϲ παίδων γοναῖϲ καὶ καρπῶν ἀπολαύϲεϲιν, ἐπιϲκοποίη δὲ Χάριϲ καὶ Ὑγεία.