text
(ΖΖ) RECTO
Ὁρκίζω ὑμᾶς, δαίμονες,
κατὰ τοῦ ἐνγεγραμμέ-
νου ὀνόματος, ἵνα
ποιήσετέ μου κατα-
δίκους Μακρεῖνον
Μάριον τὸν ὄντα ἐν
Ῥώμη καὶ τὸν ὑὸν αὐ-
τοῦ Μακρεῖνον καὶ
Νικόστρατον, ὃν ἔτε-
κε Μαρκιανή, καὶ Τρυ-
φωνιανὸν καὶ Εὐω-
νυμιανὸν καὶ Ἀπολ-
λεινάριον Πριαμίδου
δικαζομένους
καὶ Διόνυσιν Βῶλιν
καὶ εἴ τις ἄλλος συνη-
γορήσει αὐτῶν. ν
Ὁρκίζω σε, Ἑκάτη, τὸ
ἐνγεγραμμένον ὄ{νο}-
νομα, ποίησόν μου κα-
ταδίκου περὶ τῶν ἀμ-
πέλων τοὺς πργεγραμ-
μένους πάντας. ν
(ΖΖ)
κατάδικοι κ[- - -].
ν
Ὁρκίζω σε κατ᾽ἑαυτῆς, VERSO
Γῆ, Χθὸν καὶ Ἑκάτη
καὶ Λήθη μυχία·
ὁρκίζω ὑμᾶς καθ᾽ἑαυ-
τῶν καὶ τοὺς λυποὺς
θεούς, ποιήσατέ μοι
κατάδικον Μακρῖ-
νον ἡττώμενον
νεικώμενον περὶ
τῶν ἐν Μελήτου κώ-
μη ἀμπέλων, καὶ
ἂν εἴπωσιν οἱ συνή-
γοροι αὐτοῦ, τοῦτο κα-
θ᾽αὑτῶν γενέσθω.
Ὁρκίζω ὑμᾶς, δαί-
μονες, τοὺς ὑπο-
χθονίους θεούς,
ἵνα ποιήσατε νει-
κηθῆναι Μακρεῖ-
νον τὸν Σέμνου ὑ-
ὸν καὶ τοὺς ὑπὲρ
αὐτοῦ λέγοντα[ς]
περὶ τῶν ἀμ[πέ]-
λων, ἐφ᾽οὗ ἂν κρι[τοῦ?]
ἵ̣να καταδικ̣ά[ζ]ω̣ν̣-
ται κατὰ πάντα.
(ΖΖ)
ν
- - - δέποτε - - -
ν
searchable text
Ὁρκίζω ὑμᾶϲ, δαίμονεϲ, κατὰ τοῦ ἐνγεγραμμένου ὀνόματοϲ, ἵνα ποιήϲετέ μου καταδίκουϲ Μακρεῖνον Μάριον τὸν ὄντα ἐν Ῥώμη καὶ τὸν ὑὸν αὐτοῦ Μακρεῖνον καὶ Νικόϲτρατον, ὃν ἔτεκε Μαρκιανή, καὶ Τρυφωνιανὸν καὶ Εὐωνυμιανὸν καὶ Ἀπολλεινάριον Πριαμίδου δικαζομένουϲ καὶ Διόνυϲιν Βῶλιν καὶ εἴ τιϲ ἄλλοϲ ϲυνηγορήϲει αὐτῶν. ν Ὁρκίζω ϲε, Ἑκάτη, τὸ ἐνγεγραμμένον ὄνομα, ποίηϲόν μου καταδίκουϲ περὶ τῶν ἀμπέλων τοὺϲ προγεγραμμένουϲ πάνταϲ. ν κατάδικοι κ- - -. ν Ὁρκίζω ϲε κατ᾽ἑαυτῆϲ, Γῆ, Χθὸν καὶ Ἑκάτη καὶ Λήθη μυχία· ὁρκίζω ὑμᾶϲ καθ᾽ἑαυτῶν καὶ τοὺϲ λυποὺϲ θεούϲ, ποιήϲατέ μοι κατάδικον Μακρῖνον ἡττώμενον νεικώμενον περὶ τῶν ἐν Μελήτου κώμη ἀμπέλων, καὶ ἂν εἴπωϲιν οἱ ϲυνήγοροι αὐτοῦ, τοῦτο καθ᾽αὑτῶν γενέϲθω. Ὁρκίζω ὑμᾶϲ, δαίμονεϲ, τοὺϲ ὑποχθονίουϲ θεούϲ, ἵνα ποιήϲατε νεικηθῆναι Μακρεῖνον τὸν Σέμνου ὑὸν καὶ τοὺϲ ὑπὲρ αὐτοῦ λέγονταϲ περὶ τῶν ἀμπέλων, ἐφ᾽οὗ ἂν κριτοῦ? ἵνα καταδικάζωνται κατὰ πάντα. ν - - - δέποτε - - ν