text
βωρφορβαβαρφορβα. [- - ca. 6 - - ]ρ̣βαβορα̣ρ̣βαβ[αιη κρατεὲ]
Βετπυ, παραδίδωμί σοι Ἰουλιανήν, ἢν ἔτε[κεν Μαρκία],
καὶ Πολύνεικον, ἵνα καταψύξῃς αὐτοὺ[ς καὶ τὴν γνώ]-
μην καὶ τὴν στοργὴν καὶ τὴν συνήθειαν [αὐτῶν, καὶ αὐ]-
Τοὺς ἰς τὀν ζοφώδη σου ἀέρα καὶ τοὺς σὺν [αὐτοῖς. Δῇς ἰς τὸν]
τῆς λήθης ἀφώτιστον αἰῶνα καὶ κατα[ψύξῃς καὶ μὴ ἀ]-
φῇς αὐτοὺς ἰς τὸ αὐτὸ γενέσθαι. Μονζουνη [Αλχεινη Πεπερ]-
θαρωια Ιαια, παραδίδωμί σοι Πολύνεικο[ν καὶ Ἰουλι]-
ανήν, ἢν ἔτεκεν Μαρκία, ὅπως ψύξῃς καὶ ἀ[πολέσῃς καὶ ποι]-
ή̣ση̣ς ἀσχημονῆσαι καὶ μὴ ἐάσῃς ἰς τὸ αὐ[τὸ γενέσθαι].
Δυσκράτεε Τυφῶν Κολχλο Ποντονο[ν Σηθ Σαθαωχ]
Εα, Ἄναξ Απομξ Φριουριγξ ἐπὶ ἀφανίσε[ι καὶ ψύξι, Κολχοι]-
χειλωψ, ψυγήτω Πολύνεικος καὶ Ἰουλια[νὴ καὶ ἡ στοργὴ]
αὐτῶν καὶ ἡ συνήθεια καὶ τὸ συναν̣[απεσεῖν - ca. 7 -]
Σ̣ΕΙ καὶ ἀκαταστασίᾳ αὐτῶν. Ὡς τα[ῦτα τὰ ὀνόματα ψύ]-
χεται, οὕτω καὶ Ἰο[υ]λιανῆς ψυχέσθω τ[ὸ ὄνομα ἐπὶ Πολυ]-
νείκου καὶ ἡ ψυχ[ὴ κ]αὶ ἡ ὀργή, ἡ ἐπιστήμη̣, [ὁ νοῦς, ὁλογισ]-
μός. Ἔστωσαν κωφ[οί, ἄ]λαλοι, ἄνοες, ἀκέρε[οι, μηδὲν]
ἀκούων πε̣ρ[ὶ] μηδενὸς ΑYΤΑΛΛΑΛΛΑ̣[- - ca. 22 - -]
searchable text
βωρφορβαβαρφορβα. - - - - ρβαβοραρβαβαιη κρατεὲ Βετπυ, παραδίδωμί ϲοι Ἰουλιανήν, ἢν ἔτεκεν Μαρκία, καὶ Πολύνεικον, ἵνα καταψύξῃϲ αὐτοὺϲ καὶ τὴν γνώμην καὶ τὴν ϲτοργὴν καὶ τὴν ϲυνήθειαν αὐτῶν, καὶ αὐΤοὺϲ ἰϲ τὀν ζοφώδη ϲου ἀέρα καὶ τοὺϲ ϲὺν αὐτοῖϲ. Δῇϲ ἰϲ τὸν τῆϲ λήθηϲ ἀφώτιϲτον αἰῶνα καὶ καταψύξῃϲ καὶ μὴ ἀφῇϲ αὐτοὺϲ ἰϲ τὸ αὐτὸ γενέϲθαι. Μονζουνη Αλχεινη Πεπερθαρωια Ιαια, παραδίδωμί ϲοι Πολύνεικον καὶ Ἰουλιανήν, ἢν ἔτεκεν Μαρκία, ὅπωϲ ψύξῃϲ καὶ ἀπολέϲῃϲ καὶ ποιήϲηϲ ἀϲχημονῆϲαι καὶ μὴ ἐάϲῃϲ ἰϲ τὸ αὐτὸ γενέϲθαι. Δυϲκράτεε Τυφῶν Κολχλο Ποντονον Σηθ Σαθαωχ Εα, Ἄναξ Απομξ Φριουριγξ ἐπὶ ἀφανίϲει καὶ ψύξι, Κολχοιχειλωψ, ψυγήτω Πολύνεικοϲ καὶ Ἰουλιανὴ καὶ ἡ ϲτοργὴ αὐτῶν καὶ ἡ ϲυνήθεια καὶ τὸ ϲυναναπεϲεῖν - ca. 7 - ΣΕΙ καὶ ἀκαταϲταϲίᾳ αὐτῶν. Ὡϲ ταῦτα τὰ ὀνόματα ψύχεται, οὕτω καὶ Ἰουλιανῆϲ ψυχέϲθω τὸ ὄνομα ἐπὶ Πολυνείκου καὶ ἡ ψυχὴ καὶ ἡ ὀργή, ἡ ἐπιϲτήμη, ὁ νοῦϲ, ὁλογιϲμόϲ. Ἔϲτωϲαν κωφοί, ἄλαλοι, ἄνοεϲ, ἀκέρεοι, μηδὲν ἀκούων περὶ μηδενὸϲ ΑYΤΑΛΛΑΛΛΑ- - - -