Text ID: 524, Feature ID:2516, Curse ID: 405, SEG 35

 Texts: id 46587
txt_id
524
text
Βορφορβα[- - ca. 7 - -]φορβαρ[- - ca. 15 - -βαβαιη κραταιὲ]
Βεπτυτ, π[αραδίδωμί σοι Κα]ρποδώραν, [ἣν ἔτεκεν Εἰσιάς, καὶ Τρο]-
φιμᾶν, ὃν ἔτ̣ε[κεν Τροφίμη,ἵνα] κατα̣ψ̣ύ̣ξ[ῃς αὐτοὺς καὶ τὴν γνώ]-
[μη]ν αὐ̣τ̣ῶ̣ν̣ καὶ τὴν ἴσοδον αὐτ̣[ῶν] καὶ τὴν συν̣[ήθειαν, καὶ ἰς τὸν]
[ζ]οφώδη σου ἀέρα καὶ τοὺς συνστάν[ο]ν̣τας αὐτούς. Δῇς ἰς τ̣[ὸν]
[ἀ]φώτιστον αἰῶνα καὶ καταψύξῃς καὶ ἀπολέσῃς καὶ τ[αύ]-
[τη]ν̣ (?) τὴν συνήθειαν, τὸ συναναπεσεῖν, τὸ συγγενέσ[θαι, τὴν]
[ὁμ]ειλίαν αὐτῶν, Τροφιμᾶ, οὗ ἔτεκεν Τροφίμη, καὶ Κ[αρποδώ]-
[ρα]ς, ἧς ἔτεκεν Εἰσιάς, καταψύξῃς καὶ μὴ ἀφῇς [αὐτοὺς ὁ]
μοῦ γενέσθαι. Ἐὰν δὲ καὶ ἄγῃς, ἵνα ἐκπέσῃ, καὶ ἀ̣[σχημο]-
νήσῃ, Μοζουνη Αλχεινη Πεπερθαρωια Ιαια, πα[ραδίδωμί]
σ̣[ο]ι Τροφιμᾶν, ὃν ἔτεκεν Τροφίμη, καὶ Καρπ[οδώραν, ἣν]
ἔ[τ]εκεν Εἰσιάς. Κραταιὲ Τυφῶν Κ̣ολχ̣λ̣οι Το[ντονον]
Σ̣[ηθ Σ]αθαωχ Εα, Ἄναξ Απομξ Φριου̣ρινξ ἐπὶ ἀφ[ανίσει καὶ]
ψύ[ξι], Κολχοιχειλωψ, ψυγήτω Τ[ρο]φιμᾶ[ς, ὂ]ν [ἔτεκεν]
Τ̣ρ[ο]φίμη, καὶ Καρποδώρα, [ἣ]ν ἔ[τεκ]εν Εἰ[σιάς, ὅπως μὴ]
δυ̣νη̣θοῖσαν συναναπεσεῖν, μ[ὴ συγγενέσθαι, μὴ συγ]-
κοιμηθῆναι, μὴ συνφαγ[εῖ]ν, [μὴ συνπιεῖν, - ca. 12 -]
ΣΑΙ. Ὡς ταῦτα τὰ ὀνόμα[τα ψύχεται, οὅτως Καρποδώρας ἐπὶ Τρο]-
[φιμ]ᾶ ψυχέσθω τὸ ὄνο[μα καὶ ἡ ψυχή, ἡ ὀργή, ἡ ἐπιπομπή, ὁ]
[νοῦς], ἡ ἐπι[στή]μη, [ὁ] λο[γισμός. vacat? ]
searchable text
Βορφορβα- - - -φορβαρ- - - -βαβαιη κραταιὲ Βεπτυτ, παραδίδωμί ϲοι Καρποδώραν, ἣν ἔτεκεν Εἰϲιάϲ, καὶ Τροφιμᾶν, ὃν ἔτεκεν Τροφίμη,ἵνα καταψύξῃϲ αὐτοὺϲ καὶ τὴν γνώμην αὐτῶν καὶ τὴν ἴϲοδον αὐτῶν καὶ τὴν ϲυνήθειαν, καὶ ἰϲ τὸν ζοφώδη ϲου ἀέρα καὶ τοὺϲ ϲυνϲτάνονταϲ αὐτούϲ. Δῇϲ ἰϲ τὸν ἀφώτιϲτον αἰῶνα καὶ καταψύξῃϲ καὶ ἀπολέϲῃϲ καὶ ταύτην ? τὴν ϲυνήθειαν, τὸ ϲυναναπεϲεῖν, τὸ ϲυγγενέϲθαι, τὴν ὁμειλίαν αὐτῶν, Τροφιμᾶ, οὗ ἔτεκεν Τροφίμη, καὶ Καρποδώραϲ, ἧϲ ἔτεκεν Εἰϲιάϲ, καταψύξῃϲ καὶ μὴ ἀφῇϲ αὐτοὺϲ ὁ μοῦ γενέϲθαι. Ἐὰν δὲ καὶ ἄγῃϲ, ἵνα ἐκπέϲῃ, καὶ ἀϲχημονήϲῃ, Μοζουνη Αλχεινη Πεπερθαρωια Ιαια, παραδίδωμί ϲοι Τροφιμᾶν, ὃν ἔτεκεν Τροφίμη, καὶ Καρποδώραν, ἣν ἔτεκεν Εἰϲιάϲ. Κραταιὲ Τυφῶν Κολχλοι Τοντονον Σηθ Σαθαωχ Εα, Ἄναξ Απομξ Φριουρινξ ἐπὶ ἀφανίϲει καὶ ψύξι, Κολχοιχειλωψ, ψυγήτω Τροφιμᾶϲ, ὂν ἔτεκεν Τροφίμη, καὶ Καρποδώρα, ἣν ἔτεκεν Εἰϲιάϲ, ὅπωϲ μὴ δυνηθοῖϲαν ϲυναναπεϲεῖν, μὴ ϲυγγενέϲθαι, μὴ ϲυγκοιμηθῆναι, μὴ ϲυνφαγεῖν, μὴ ϲυνπιεῖν, - - ΣΑΙ. Ὡϲ ταῦτα τὰ ὀνόματα ψύχεται, οὅτωϲ Καρποδώραϲ ἐπὶ Τροφιμᾶ ψυχέϲθω τὸ ὄνομα καὶ ἡ ψυχή, ἡ ὀργή, ἡ ἐπιπομπή, ὁ νοῦϲ, ἡ ἐπιϲτήμη, ὁ λογιϲμόϲ. vacat?
 
more...