text
Βωρφωρβαβαρφορβα[ρ]βαρφορβαβ[αρφο]ρβαβαιη κραταιὲ Β[επτυ, πα]-
ραδίδωμί σοι Λεοσθένην καὶ Πε̣[ῖον] τοὺς προσερχομέν[ους Ἰουλι]-
ανῇ, ᾗ ἔτεκεν Μαρκία, ἵνα κ[α]ταψύξῃς αὐτοὺς κα[ὶ τὴν γνώ]-
μην, ὅπως μὴ δυνηθῶσιν ὸμ̣[ο]ῦ λαλῆσαι, μὴ περιπα[τῆσαι],
μὴ ἰς τὸ ἐργαστήριν τὸ Ἰουλιανῆς δυνηθοῖσιν καθ[ίζειν]
ἢ προσπένψαι Ἰουλιανῇ Λεοσθένης ἢ Πεῖος, καὶ ἰς τ̣ὸν [ζ]ο-
φώδη σου ἀέρα καὶ τοὺς προσπενπομένους. Δῇς ἰς τὸν
τῆς λήθης ἀφώτιστον ἀέρα καὶ καταψύξῃς καὶ μὴ
ἀφῇς ὁμειλῆσαι Πρόκ{ροκ}λο(?) καὶ Λεοσθένην καὶ Πεῖον. Μον-
ζουνη Αλχεινη Περπερθαρων̣α Ιαια, παραδίδωμί σοι Λεοσθέ-
νην καὶ Πεῖον. Κραταιὲ Τυφῶν Κολχλο Ποντονον Σηθ
[Σ]αθαωχ Εα, Ἄναξ Απομξ [Φ]ριουριγξ ἐπὶ ἀφανίσει καὶ ψύξι, Κολχοι-
χειλωψ, ψυγήτω Λεοσθέ[νης] καὶ Πεῖος, ὄπως μὴ δύνων-
ται λαλῆσαι Ἰουλιανῇ. Ὡ[ς τα]ῦτα τὰ ὀνόματα ψύχεται, οὕτως
καὶ Λεοσθένου καὶ Πείου [ψυχ]έσθω τὰ ὀνόματα ἐπὶ Ἰου-
λιανῇ καὶ ἡ ψυχή, ἡ ὀργή, ἡ [ἐπισ]τήμη, ἡ ὀργή, ἡ ἐπιπομπή, ὁ νοῦς,
ἡ ἐπιστήμη, ὁ λογισμός. Ἔσ[τω]σαν κωφοί, ἄλαλοι, ἄνοες, ἀ-
κέραιοι, μηδὲν ἀκούουσα [Ἰου]λιανὴ περὶ Λεοσθένου ἢ Πεί-
ου, μήτε ὀργιζόμενοι μ[ήτ]ε λέγοντες πρὸς Ἰουλιανήν.
searchable text
Βωρφωρβαβαρφορβαρβαρφορβαβαρφορβαβαιη κραταιὲ Βεπτυ, παραδίδωμί ϲοι Λεοϲθένην καὶ Πεῖον τοὺϲ προϲερχομένουϲ Ἰουλιανῇ, ᾗ ἔτεκεν Μαρκία, ἵνα καταψύξῃϲ αὐτοὺϲ καὶ τὴν γνώμην, ὅπωϲ μὴ δυνηθῶϲιν ὸμοῦ λαλῆϲαι, μὴ περιπατῆϲαι, μὴ ἰϲ τὸ ἐργαϲτήριν τὸ Ἰουλιανῆϲ δυνηθοῖϲιν καθίζειν ἢ προϲπένψαι Ἰουλιανῇ Λεοϲθένηϲ ἢ Πεῖοϲ, καὶ ἰϲ τὸν ζοφώδη ϲου ἀέρα καὶ τοὺϲ προϲπενπομένουϲ. Δῇϲ ἰϲ τὸν τῆϲ λήθηϲ ἀφώτιϲτον ἀέρα καὶ καταψύξῃϲ καὶ μὴ ἀφῇϲ ὁμειλῆϲαι Πρόκλον? καὶ Λεοϲθένην καὶ Πεῖον. Μονζουνη Αλχεινη Περπερθαρωνα Ιαια, παραδίδωμί ϲοι Λεοϲθένην καὶ Πεῖον. Κραταιὲ Τυφῶν Κολχλο Ποντονον Σηθ Σαθαωχ Εα, Ἄναξ Απομξ Φριουριγξ ἐπὶ ἀφανίϲει καὶ ψύξι, Κολχοιχειλωψ, ψυγήτω Λεοϲθένηϲ καὶ Πεῖοϲ, ὄπωϲ μὴ δύνωνται λαλῆϲαι Ἰουλιανῇ. Ὡϲ ταῦτα τὰ ὀνόματα ψύχεται, οὕτωϲ καὶ Λεοϲθένου καὶ Πείου ψυχέϲθω τὰ ὀνόματα ἐπὶ Ἰουλιανῇ καὶ ἡ ψυχή, ἡ ὀργή, ἡ ἐπιϲτήμη, ἡ ὀργή, ἡ ἐπιπομπή, ὁ νοῦϲ, ἡ ἐπιϲτήμη, ὁ λογιϲμόϲ. Ἔϲτωϲαν κωφοί, ἄλαλοι, ἄνοεϲ, ἀκέραιοι, μηδὲν ἀκούουϲα Ἰουλιανὴ περὶ Λεοϲθένου ἢ Πείου, μήτε ὀργιζόμενοι μήτε λέγοντεϲ πρὸϲ Ἰουλιανήν.