Text ID: 493, Feature ID: 2407, Curse ID: 392, Mitford (1971) - IKourion

 Texts: id 46562
txt_id
493
text
Δέμονες ει (sic) [κατὰ γῆν κὲ δέμονες οἵτινές ἐστε κὲ πατέρες πατέρων κὲ μητέρες ἀντιενίροι]
οἵτινες ἐνθάδε κῖσθε κὲ οἵτιν[ε]ς ἐνθά[δε κάθεστε θυμὸν τὸν πρὸς ἐμὲ ἔχι τὸν [Εὐτύχην]
κὲ τὴν ὀργὴν, ἀφέλεσθε αὐτοῦ τὴν δύναμιν κὲ τὴν ἀλκὴν κὲ ποιήσατε αὐτὸν ψυχ[ρ]ὸν κὲ [ἄ]-
φωνον κὲ ἀπνεύμονα, ψυχρὸν εἰς ἐμὲ τ[ὸν Εὐτύ]χην. Ὁρκίσζω ὑμᾶς κατὰ τῶν μεγάλων θεα-
ῶν (sic) Μασωμασιμαβλαβοιω μαμαξω [Ευμ]αζω ενδενεκοπτουρα μελοφθημαραρ ακου ρ[α]-
[σρωεε]καμαδωρ μαχθ[ουδ]ουρας [κ]ηφο[ζ]ων θεὰ αχθαμοδοιραλ[α]ρ ακου ραεντ α[κ]-
[ου ραλ]αρ ἀκούεστε αλαρ ουεχεαρμαλαρ καραμεφθη Σισοχωρ ἀδωνί[α χ]θὼν χ[ουρμα]-
θερφες θερμωμασμαρ ασμαχουχιμανου φιλαεσωσι· χθόνιοι θεοί, παραλάβε[τε τοῦ]
Σοζομένου τὸν θυμὸν κὲ τὴν ὀργὴν τὴν ἐς ἐμὲ ἔχι τὸν Εὐτύχην [κὲ πα]-
ράδοτε τῶ κατ᾽Ἅδη θυρουρῶ Μαθυρευφραμενος κὲ τὸν ἐπὶ τοῦ πυλῶνος τοῦ Ἅδ[ους]
κὲ τῶν κλήθρω (sic) τοῦ οὐρανοῦ τεταγμένον Στερξερξ ειρηξα ῥησίχθων αρδαμαρχθ[ουρ]
πριστευ λαμπαδευ στενακτὰ θάψατε τὸν προγεγραμμένον ἐπὶ τοῦδε τοῦ φιμω-
τικοῦ καταθέματος. Ἐνορκίσζω ὑμῖν τὸν βασιλέοντα τῶν κωφῶν δεμόνων ἀκούσα-
τε τοῦ μεγάλου ὀνόματος, ἐπιτάσσι γὰρ ὁ μέγας Σισοχωρ ὁ ἐξάγων τοῦ Ἅδους τὰς
πύλας, κὲ καταδήσατε τοῦ ἀντιδίκου μου τοῦ Σοζομένου κὲ κατακοιμίσετε
τὴν γλῶσσαν τὸν θυμὸν τὴν ὀργὴν τὴν εἰς ἐμὲ ἔχι τὸν Εὐτύχην ὁ Σοζόμενος
ἵνα μὴ δύνητε μηδενὶ πράγματι ἐναντιωθῆνε περὶ τὰ θρέμματα, ἀλλὰ δὸς αὐτῶ
α̣η̣ρκη (sic) αὐτοῦ. Ὁρκίσζω ὑμᾶς δέμονες πολυανδρίου (sic) κὲ βιοθάνατοι κὲ ἄωροι κὲ ἄπο-
ροι ταφῆς κατὰ τῆς ῥησιχθόνης τῆς κατενενκάσης Μελιούχου τὰ μέλη κὲ αὐτὸν
Μελιοῦχον. Ἐνορκίσζω ὑμᾶς κατὰ τοῦ Αχελομορφωθ ὅστις ἐστὶν μόνος ἐπίγιος θεὸς
Οσους οισωρνοφρις ουσραπιω ποιήσατε τὰ ἐνγεγραμμένα· τύνβε πανδάκρυτ[ε]
κὲ χθόνιοι θεοὶ κὲ Ἑκάτη χθόνια κὲ Ἑρμῆ χθόνιε κὲ Πλούτων κὲ Ἐρινύες ὑποχθόνιοι
κὲ ὑμῖς οἱ ὧδε κάτω κίμενοι ἄωροι κὲ ἀ{α}νώνυμοι Ευμαζων, παραλάβετε τὰς φωνὰ[ς]
[τ]οῦ Σοζομένου τοῦ πρὸς ἐμὲ τὸν Εὐτύχην Μασωμαχω· τὴν παραθήκην ὑμῖν παρατί-
θομε φιμωτικὴν τοῦ Σοζομένου κὲ ἀνάδοτε αὐτοῦ τὸ ὄνομα τοῖς χθονίοις θεοῖς
Αλλα αλκη κὲ αλκεω κὲ λαλαθανάτω τῶ τριωνύμω Κούρα· οἷτοί (sic) μοι πάντο-
τε τελιώσουσιν κὲ φιμώσουσιν τὸν ἀντίδικον ἐμοῦ τοῦ Εὐτύχη τὸν Σοζόμεν-
[ο]ν· ἔγιρον δέ μοι κὲ σὺ ὁ ἔχων τὸ ὑπόγιον βασίλιόν σε πασῶν τῶν Ἐρινύων.
[Ὁρ]κίσζω ὑμᾶς κατὰ τῶν ἐν Ἅδι θεῶ[ν Ου]χιτου τὴν τάβων δότιρα Αωθιωμος ι-
ωιωεγοωεοιφρι ὁ ἐν τῶ οὐρανῶ ἔχων τὸ ἐθέριον βασίλιον Μειωθιλαμψ ἐν
[οὐρα]νῶ Ιαω κὲ τὸν ὑπὸ γῆν Σαβληνια Ιαω Σαβληφλαυβην θανατοπουτωηρ.
[Ὁρκί]σζω σε Βαθυμια χθιορωσκορβρα αδιανακω κακιαβανη θεννακρα. [Ἐξορκ]-
[ίσζω ὑ]μᾶς τοὺς ἀπὸ Κρόνου ἐκτεθέντας θεοὺς Αβλαναθαναλ[βα] σισοπ[ετρον παρα]-
[λάβετ]ε τὸν ἀντίδικον ἐμοῦ τοῦ Εὐτύχη [τὸν] Σοζόμενον Ωη[αντιχερεχερ βεβα]-
[λλοσαλ]ακαμηθη κὲ σὺ ἡ τὰς κλῖδας τοῦ Ἅ[δους κ]ατέχ[ουσα ῥησίχθων]
- - - - - - - - - - - - - - ΜΟΥ^ - - - - - - - - - - - - - -
searchable text
Δέμονεϲ εικατὰ γῆν κὲ δέμονεϲ οἵτινέϲ ἐϲτε κὲ πατέρεϲ πατέρων κὲ μητέρεϲ ἀντιενίροι οἵτινεϲ ἐνθάδε κῖϲθε κὲ οἵτινεϲ ἐνθάδε κάθεϲτε θυμὸν τὸν πρὸϲ ἐμὲ ἔχι τὸν Εὐτύχην κὲ τὴν ὀργὴν, ἀφέλεϲθε αὐτοῦ τὴν δύναμιν κὲ τὴν ἀλκὴν κὲ ποιήϲατε αὐτὸν ψυχρὸν κὲ ἄφωνον κὲ ἀπνεύμονα, ψυχρὸν εἰϲ ἐμὲ τὸν Εὐτύχην. Ὁρκίϲζω ὑμᾶϲ κατὰ τῶν μεγάλων θεαῶνΜαϲωμαϲιμαβλαβοιω μαμαξω Ευμαζω ενδενεκοπτουρα μελοφθημαραρ ακου ραϲρωεεκαμαδωρ μαχθουδουραϲ κηφοζων θεὰ αχθαμοδοιραλαρ ακου ραεντ ακου ραλαρ ἀκούεϲτε αλαρ ουεχεαρμαλαρ καραμεφθη Σιϲοχωρ ἀδωνία χθὼν χουρμαθερφεϲ θερμωμαϲμαρ αϲμαχουχιμανου φιλαεϲωϲι· χθόνιοι θεοί, παραλάβετε τοῦ Σοζομένου τὸν θυμὸν κὲ τὴν ὀργὴν τὴν ἐϲ ἐμὲ ἔχι τὸν Εὐτύχην κὲ παράδοτε τῶ κατ᾽Ἅδη θυρουρῶ Μαθυρευφραμενοϲ κὲ τὸν ἐπὶ τοῦ πυλῶνοϲ τοῦ Ἅδουϲ κὲ τῶν κλήθρωτοῦ οὐρανοῦ τεταγμένον Στερξερξ ειρηξα ῥηϲίχθων αρδαμαρχθουρ πριϲτευ λαμπαδευ ϲτενακτὰ θάψατε τὸν προγεγραμμένον ἐπὶ τοῦδε τοῦ φιμωτικοῦ καταθέματοϲ. Ἐνορκίϲζω ὑμῖν τὸν βαϲιλέοντα τῶν κωφῶν δεμόνων ἀκούϲατε τοῦ μεγάλου ὀνόματοϲ, ἐπιτάϲϲι γὰρ ὁ μέγαϲ Σιϲοχωρ ὁ ἐξάγων τοῦ Ἅδουϲ τὰϲ πύλαϲ, κὲ καταδήϲατε τοῦ ἀντιδίκου μου τοῦ Σοζομένου κὲ κατακοιμίϲετε τὴν γλῶϲϲαν τὸν θυμὸν τὴν ὀργὴν τὴν εἰϲ ἐμὲ ἔχι τὸν Εὐτύχην ὁ Σοζόμενοϲ ἵνα μὴ δύνητε μηδενὶ πράγματι ἐναντιωθῆνε περὶ τὰ θρέμματα, ἀλλὰ δὸϲ αὐτῶ αηρκηαὐτοῦ. Ὁρκίϲζω ὑμᾶϲ δέμονεϲ πολυανδρίουκὲ βιοθάνατοι κὲ ἄωροι κὲ ἄποροι ταφῆϲ κατὰ τῆϲ ῥηϲιχθόνηϲ τῆϲ κατενενκάϲηϲ Μελιούχου τὰ μέλη κὲ αὐτὸν Μελιοῦχον. Ἐνορκίϲζω ὑμᾶϲ κατὰ τοῦ Αχελομορφωθ ὅϲτιϲ ἐϲτὶν μόνοϲ ἐπίγιοϲ θεὸϲ Οϲουϲ οιϲωρνοφριϲ ουϲραπιω ποιήϲατε τὰ ἐνγεγραμμένα· τύνβε πανδάκρυτε κὲ χθόνιοι θεοὶ κὲ Ἑκάτη χθόνια κὲ Ἑρμῆ χθόνιε κὲ Πλούτων κὲ Ἐρινύεϲ ὑποχθόνιοι κὲ ὑμῖϲ οἱ ὧδε κάτω κίμενοι ἄωροι κὲ ἀνώνυμοι Ευμαζων, παραλάβετε τὰϲ φωνὰϲ τοῦ Σοζομένου τοῦ πρὸϲ ἐμὲ τὸν Εὐτύχην Μαϲωμαχω· τὴν παραθήκην ὑμῖν παρατίθομε φιμωτικὴν τοῦ Σοζομένου κὲ ἀνάδοτε αὐτοῦ τὸ ὄνομα τοῖϲ χθονίοιϲ θεοῖϲ Αλλα αλκη κὲ αλκεω κὲ λαλαθανάτω τῶ τριωνύμω Κούρα· οἷτοίμοι πάντοτε τελιώϲουϲιν κὲ φιμώϲουϲιν τὸν ἀντίδικον ἐμοῦ τοῦ Εὐτύχη τὸν Σοζόμενον· ἔγιρον δέ μοι κὲ ϲὺ ὁ ἔχων τὸ ὑπόγιον βαϲίλιόν ϲε παϲῶν τῶν Ἐρινύων. Ὁρκίϲζω ὑμᾶϲ κατὰ τῶν ἐν Ἅδι θεῶν Ουχιτου τὴν τάβων δότιραν Αωθιωμοϲ ιωιωεγοωεοιφρι ὁ ἐν τῶ οὐρανῶ ἔχων τὸ ἐθέριον βαϲίλιον Μειωθιλαμψ ἐν οὐρανῶ Ιαω κὲ τὸν ὑπὸ γῆν Σαβληνια Ιαω Σαβληφλαυβην θανατοπουτωηρ. Ὁρκίϲζω ϲε Βαθυμια χθιορωϲκορβρα αδιανακω κακιαβανη θεννακρα. Ἐξορκίϲζω ὑμᾶϲ τοὺϲ ἀπὸ Κρόνου ἐκτεθένταϲ θεοὺϲ Αβλαναθαναλβα ϲιϲοπετρον παραλάβετε τὸν ἀντίδικον ἐμοῦ τοῦ Εὐτύχη τὸν Σοζόμενον Ωηαντιχερεχερ βεβαλλοϲαλακαμηθη κὲ ϲὺ ἡ τὰϲ κλῖδαϲ τοῦ Ἅδουϲ κατέχουϲα ῥηϲίχθων - - - - - - - - - - - - - - ΜΟΥ^ - - - - - - - - - - - - - -
 
more...