text
[Θετί]μας καὶ Διονυσοφῶντος τὸ τέλος καὶ τὸν γάμον καταγράφω καὶ τᾶν ἀλλᾶν πασᾶν γυ-
[ναικ]ῶν καὶ χηρᾶν καὶ παρθένων, μάλιστα δὲ Θετίμας, καὶ παρκαττίθεμαι Μάκρωνι καὶ
[τοῖς] δαίμοσι· καὶ ὁπόκα ἐγὼ ταῦτα διελέξαιμι καὶ ἀναγνοίην πάλε̣ιν ἀνορόξασα
[τόκα] γᾶμαι Διονυσοφῶντα, πρότερον δὲ μή· μὴ γὰρ λάβοι ἄλλαν γυναῖκα ἀλλ’ ἢ ἐμέ,
[ἐμὲ δ]ὲ συνκαταγηρᾶσαι Διονυσοφῶντι καὶ μηδεμίαν ἄλλαν· ἱκέτις γίνο-
[μαι· . . .]αν οἰκτίρετε δαίμονες φίλ[ο]ι, ΔΑΓΙΝΑΓΑΡΙΜΕ φίλων πάντων καὶ ἐρήμα· ἀλλὰ
[ταῦτ]α φυλάσσετε ἐμὶν ὅπως μὴ γίνηται ταῦ̣τα καὶ κακὰ κακῶς Θετίμα ἀπόληται·
[. . . .]. ΑΛ [- - -].ΥΝΜ. . ΕΣΠΛΗΝ ἐμός, ἐμὲ δὲ ε̣ὐδαίμονα καὶ μακαρίαν γενέσται·
[- - -]ΤO.[- - -] . . Ε.Ε.ΩΑ. .ΜΕΤΕ[- -]
searchable text
Θετίμαϲ καὶ Διονυϲοφῶντοϲ τὸ τέλοϲ καὶ τὸν γάμον καταγράφω καὶ τᾶν ἀλλᾶν παϲᾶν γυναικῶν καὶ χηρᾶν καὶ παρθένων, μάλιϲτα δὲ Θετίμαϲ, καὶ παρκαττίθεμαι Μάκρωνι καὶ τοῖϲ δαίμοϲι· καὶ ὁπόκα ἐγὼ ταῦτα διελέξαιμι καὶ ἀναγνοίην πάλειν ἀνορόξαϲα τόκα γᾶμαι Διονυϲοφῶντα, πρότερον δὲ μή· μὴ γὰρ λάβοι ἄλλαν γυναῖκα ἀλλ’ ἢ ἐμέ, ἐμὲ δὲ ϲυνκαταγηρᾶϲαι Διονυϲοφῶντι καὶ μηδεμίαν ἄλλαν· ἱκέτιϲ ὑμῶν γίνομαι· . . .αν οἰκτίρετε δαίμονεϲ φίλοι, ΔΑΓΙΝΑΓΑΡΙΜΕ φίλων πάντων καὶ ἐρήμα· ἀλλὰ ταῦτα φυλάϲϲετε ἐμὶν ὅπωϲ μὴ γίνηται ταῦτα καὶ κακὰ κακῶϲ Θετίμα ἀπόληται· . . . .. ΑΛ - - -.ΥΝΜ. . ΕΣΠΛΗΝ ἐμόϲ, ἐμὲ δὲ εὐδαίμονα καὶ μακαρίαν γενέϲται· - - -ΤO.- - - . . Ε.Ε.ΩΑ. .ΜΕΤΕ- -