Text ID: 125, Feature ID: 1388, Curse ID: 2, SEG 35

 Texts: id 46371
txt_id
125
text
Βωρφορβαβ̣αρφορβαβαρφορβαβ̣α̣ρ̣βορβαβα̣ι̣η̣ κραταιὲ
Βετπυ, παραδίδωμί σοι Εὐτυχιαν{τ}ὸν ὸ μέλλοντα πα̣λ̣αί-
ιν Σε̣κο̣ύνδῳ, ἵνα καταψύξῃς Εὐτυχιανὸν κ̣α̣[ὶ] τ̣ὴ̣ν
γν̣ώμ̣ [ην] κα̣[ὶ τ]ὴ̣ν̣ δύναμιν, τὴν ἰσχύν, τὴν πάλην,
καὶ ἰ̣ς̣ τ̣ὸ̣ν̣ ζοφώ̣δ̣η σου ἀέρα καὶ τοὺς σὺν αὐτῷ. Δῇς [ἰς]
τὸν τῆς λήθης ἀφώτιστον αἰῶνα καὶ καταψ[ύ]ξ̣η̣ς̣
καὶ ἀπολέσῃ[ς] καὶ τὴν πάλην Εὐτυχιανο̣ῦ π̣α̣-
λα̣ι̣στ̣οῦ̣. Ἐὰν πρὸς Σεκοῦνδον καταψύξῃς καὶ μ̣[ὴ ἀφῇ]ς̣
[Εὐ]τυχιαν[ὸ]ν παλα̣ῖσα̣ι, ἵνα ἐκπ̣έ̣σ̣η̣ καὶ ἀσχημ̣ο[νή]-
[σ]ῃ, Μ[ορζ]ο̣υ̣ν̣η̣ Αλχεινη Πεπε̣ρ̣θ̣αρω̣να Ιαια̣, π̣[αρα]-
δ[ίδω]μ̣ί̣ σοι Εὐτυχιανό̣ν̣. Κραταιὲ Τυφῶ̣ ['ν Κολ]-
[χ]λο[ι]χειλωψ, ψυγήτ̣ω̣ Ε̣ὐ̣τ̣υ̣χ̣ι̣α̣ν̣ὸ̣ς̣ π̣[αλαι]-
σ̣τ̣ή̣ς̣. Ὡ̣ς τ̣α̣ῦτ̣α τὰ ὀνόματα ψύχεται, ο[ὕτως ψυ]-
γήτ̣ω̣ Εὐτυχιανοῦ τὸ [ὄ]ν̣[ομα καὶ ἡ ψυχή, ἡ ὀργή, ἡ ἐ]-
πιπ[ομπή, ἡ ἐπιστ]ή̣μ̣[η], ὁ λογισμός, ἡ ἐ[πιστήμη. Ἔστω κωφός],
ἄλαλο[ς, ἄ]νους, ἀκέραιος, μήτε παλαίω̣[ν μηδενί].
searchable text
Βωρφορβαβαρφορβαβαρφορβαβαρβορβαβαιη κραταιὲ Βετπυ, παραδίδωμί ϲοι Εὐτυχιανὸν τὸν μέλλοντα παλαίιν Σεκούνδῳ, ἵνα καταψύξῃϲ Εὐτυχιανὸν καὶ τὴν γνώμ ην καὶ τὴν δύναμιν, τὴν ἰϲχύν, τὴν πάλην, καὶ ἰϲ τὸν ζοφώδη ϲου ἀέρα καὶ τοὺϲ ϲὺν αὐτῷ. Δῇϲ ἰϲ τὸν τῆϲ λήθηϲ ἀφώτιϲτον αἰῶνα καὶ καταψύξηϲ καὶ ἀπολέϲῃϲ καὶ τὴν πάλην Εὐτυχιανοῦ παλαιϲτοῦ. Ἐὰν πρὸϲ Σεκοῦνδον καταψύξῃϲ καὶ μὴ ἀφῇϲ Εὐτυχιανὸν παλαῖϲαι, ἵνα ἐκπέϲη καὶ ἀϲχημονήϲῃ, Μορζουνη Αλχεινη Πεπερθαρωνα Ιαια, παραδίδωμί ϲοι Εὐτυχιανόν. Κραταιὲ Τυφῶ 'ν Κολχλοιχειλωψ, ψυγήτω Εὐτυχιανὸϲ παλαιϲτήϲ. Ὡϲ ταῦτα τὰ ὀνόματα ψύχεται, οὕτωϲ ψυγήτω Εὐτυχιανοῦ τὸ ὄνομα καὶ ἡ ψυχή, ἡ ὀργή, ἡ ἐπιπομπή, ἡ ἐπιϲτήμη, ὁ λογιϲμόϲ, ἡ ἐπιϲτήμη. Ἔϲτω κωφόϲ, ἄλαλοϲ, ἄνουϲ, ἀκέραιοϲ, μήτε παλαίων μηδενί.
 
more...