text
Ἐξορκίζω σε ὅστ[ι]ς ποτ' εἶ, νεκυδαίμ[ω]ν, τὸν θεὸν τὸν κτίσαντα γῆν κ[α]ὶ οὐρανὸν Ιωνα·
ἐξορκίζω σε τὸν θεὸν τὸν ἔχοντα τὴν ἐξουσίαν τῶν χθονίων τόπων
Νειχαροπληξ· ἐξορκίζω σε τὸν θε[ὸν ......] ο . . ω̣α̣ε̣ . . ο πνευμάτων α........β· [ἐ]ξορκί-
[ζω σε] τὸν θεὸν τῆς Ἀνάγκης τὸν μέγαν Αρουροβααρζαγραν· ὁρκίζω σε τὸν
θεὸν τὸν πρωτόγονον τῆς Γῆς Εφονκεισαιβλαβλεισφθειβαλ· ὁρκίζω σε τὸν θεὸν τῶν
ἀνέμων καὶ πνευμάτων Λαιλαμ· ὁρκίζω σε τὸν θεὸν τὸν ἐπὶ τῶν
τειμωριῶν παντὸς ἐνψύχ[ου . . ] ραπω̣κμη̣φ· ὁρκίζω σε τὸν θεὸν τὸν τῶν οὐρα-
νίων στερεωμάτων δεσπότην Αχραμαχαμαρει· ὁρκίζω σε τὸν θεὸν
τὸν χθόνιον τὸν δεσπόζοντα παντὸς ἐνψύχου Σαλβαλαχαωβρη· ὁρκίζω σε τὸν
θεὸν τὸν νεκυαγωγὸν τὸν ἅγιον Ἑρμῆν, τὸν οὐράνιον Αω̣ν
κρειφτον ἐπίγειον ἀ̣λ̣έ̣ον . . . . βνιν, τὸν χ[θό]νιον Αρχφ̣η̣σ̣ον· ὁρκίζω σε τὸν θε-
ὸν τὸν ἐπὶ τῆς ψυχοδοσίας παντὸς ἀνθρώπου γεγεγεγεν κ(ε)ί-
μενον Ιαω· ὁρκίζω σε τὸν θεὸν τὸν φωτίζοντα καὶ σκοτίζοντα τὸν κόσμον
Σεμεσειλαμ· ὁρκίζω σε τὸν θεὸν τὸν πάσης μαγείας τὴν ἔω̣γ̣-
σιν ἀνθρωπίνην σειυπν̣ . . . . . Σαβαωθ· ὁρκίζω σε τὸν θεὸν τ[ὸν] τοῦ Σα[λο-]
μόνος Σουαρμιμωουθ· ὁρκίζω σε τὸν θεὸν τὸν τοῦ δευτέρου στερεώ-
ματος ἐν ἑαυτῶ τὴν δύναμιν ἔχοντα Μαρμαραωθ· ὁρκίζω σε τὸν θεὸν
τὸν τῆς παλινγενεσίας Θωβαρραβαυ· ὁρκίζω σε τὸν θεὸν τὸν
τοὺς ληνοὺς ὅλους . α . . . ι̣ευ· ὁρ[κί]ζω σε τὸν θεὸν τὸν τῆς ἡμέρας ταύτης ἧσσε
ὁρκίζω Αωαβαωθ· ὁρκίζω σε τὸν θεὸν τὸν ἔχοντα τῆν
ἐξουσίαν τῆς ὥρας ταύτης ἧσσε, ὁρκίζω Ἰσοῦ· ὁρκίζω σε τὸν θεὸν τὸν τῶν
οὐρανίων στερεωμάτων δεσπόζοντα Ιαω ιβοηα· ὁρκί-
ζω σε τὸν θεὸν τὸν οὐράνιον Ιθυαω· ὁρκίζω σε τὸν θεὸν τὸν [τ]ὴν δι[ά]νοιαν
παντὶ ἀνθρώπω χαρισάμενον Νεγεμψενπ̣υενιπη·
ὁρκίζω σε τὸν θεὸν τὸν πλάσαντα πᾶν γένος ἀνθρώπ[ων] Χωο̣ι̣χαρε̣αμων·
ὁρκίζω σε τὸν θεὸν τὸν τὴν ὅρασιν παντὶ ἀνθρώπω χαρι-
σάμενον Η̣χεταρωψιευ· ὁρκίζω σε τὸν θεὸν τὸν χαρισάμενον τοῖς ἀνθρώ-
ποις τὴν διὰ τῶν ἄρθρων κίνησιν Θεσθενοθριλ . χε-
αυνξιν· ὁρκίζω σε τὸν θεὸν τὸν πατροπάτορα Φνουφοβοην· ὁρκίζω
σε τὸν θεὸν τὸν τὴν κοίμησίν σοι δεδωρημένον
καὶ ἀπολύσαντά σε ἀπὸ δ[εσμῶ]ν τοῦ βίου Νεθμομαω· ὁρκίζω σε τὸν
θεὸν τὸν παντὸς μ̣ύ̣θου κυριεύοντα Ναχαρ· ὁρκί-
ζω σε τὸν θεὸν τὸν τοῦ ὕπνου δεσπόζοντα Σθομβλοην·
ὁρκίζω σε τὸν θεὸν τὸν ἀέριον τὸν πελάγιον
τὸν ὑπόγειον τὸν οὐρ[ά]νιον τῶν πελάγων τὴν ἀρχὴν
συνβεβλημένον τὸν μονογενῆ τὸν ἐξ αυ-
τοῦ ἀναφανέντα τὸν πυρὸς καὶ ὕδατος καὶ γῆς καὶ ἀέρος τὴν
ἐξουσίαν ἔχοντα Ωηιαωεεηαφετι· προσ-
εξορκίζω σε κατὰ τὴν̣ γ̣ῆ̣ν̣ ὀνόματα Ἑκάτης τριμόρφου
μαστειγοφόρου δε̣δούλου λαμπαδούχου
χρυσοσανδαλι̣αι̣μοποτιχθονίαν τὴν ἱππειτρο̣
ακτ̣ι̣ . . φι ερεσχειγαλ νεβουτοσουαντ·
εἴπω σοι καὶ τὸ ἀλιθινὸν ὄνομα ὃ τρέμει Τάρταρα
γῆ βυθὸς οὐρανὸς Φορβαβορφορβα-
βορφ. ορορ βασυνετειρ̣ω μολτιη̣α̣ιω φυλακή
ν̣α̣πυφεραιω Ἀνάγκη μασκελλι
μασκελλω φνουκενταβαωθ ὀρεοβαρζαργρα
ησθανχουχηνχουχεωχ, ἵνα
διακονήσης μοι ἐν τῶ κίρκω τῆ πρὸς ιζ' ἰδὼν
[ν]οεμβρίων καὶ καταδήσης
πᾶν μέλος πᾶν νεῦρον τοὺς ὤμους τοὺς καρποὺς
τοὺς ἀνκῶνας τῶν ἡνιόχων
τοῦ ῥουσσέου Ὀλύμπου καὶ Ὀλυμπιάνου καὶ
Σκοπτίου καὶ Ιουυένκου·
βασάνισον αὐτῶν τὴν διανοίαν τὰς φρένας
τὴν αἴσθησιν ἵνα μὴ
νοῶσιν τι π[ο]ιῶσιν, ἀπόκνισον αὐτῶν τὰ
ὄμματα ἵνα μὴ βλεπῶσιν
μήτε αὐτοὶ μήτε οἱ ἵπποι οὓς μέλλουσιν
ἐλαύνειν, Αἴγυπτον
Καλλίδρομον καὶ εἴ τις σὺν αὐτοῖς ἄλλος
ζευχθήσεται, Οὐαλε[ν-]
τεῖνον καὶ Λαμπαδ . . . . . ν̣ον καὶ Μαῦ-
ρον Λαμπαδίου
καὶ Χρύσασπιν Ἴουβαν καὶ Ἰνδόν
Παλμάτον καὶ
Σούπερβον καὶ . ηιον Βού-
βαλον Κην-
σοράπου Ἔρεινα καὶ εἴ τινα
ἄλλον ἵπ-
πον ἐξ αὐτῶν μέλλει ἐλαύ-
νε[ι]ν,
καὶ εἴ τις ἄλλος ἵππος τού-
τοις μέλ-
λει συνζεύγνυσθαι
προ-
λαβέτωσαν, ἐπὶ νεί-
κην μὴ ἔλθωσιν.
searchable text
Ἐξορκίζω ϲε ὅϲτιϲ ποτ' εἶ, νεκυδαίμων, τὸν θεὸν τὸν κτίϲαντα γῆν καὶ οὐρανὸν Ιωνα· ἐξορκίζω ϲε τὸν θεὸν τὸν ἔχοντα τὴν ἐξουϲίαν τῶν χθονίων τόπων Νειχαροπληξ· ἐξορκίζω ϲε τὸν θεὸν ...... ο . . ωαε . . ο πνευμάτων α........β· ἐξορκίζω ϲε τὸν θεὸν τῆϲ Ἀνάγκηϲ τὸν μέγαν Αρουροβααρζαγραν· ὁρκίζω ϲε τὸν θεὸν τὸν πρωτόγονον τῆϲ Γῆϲ Εφονκειϲαιβλαβλειϲφθειβαλ· ὁρκίζω ϲε τὸν θεὸν τῶν ἀνέμων καὶ πνευμάτων Λαιλαμ· ὁρκίζω ϲε τὸν θεὸν τὸν ἐπὶ τῶν τειμωριῶν παντὸϲ ἐνψύχου . . ραπωκμηφ· ὁρκίζω ϲε τὸν θεὸν τὸν τῶν οὐρανίων ϲτερεωμάτων δεϲπότην Αχραμαχαμαρει· ὁρκίζω ϲε τὸν θεὸν τὸν χθόνιον τὸν δεϲπόζοντα παντὸϲ ἐνψύχου Σαλβαλαχαωβρη· ὁρκίζω ϲε τὸν θεὸν τὸν νεκυαγωγὸν τὸν ἅγιον Ἑρμῆν, τὸν οὐράνιον Αων κρειφτον ἐπίγειον ἀλέον . . . . βνιν, τὸν χθόνιον Αρχφηϲον· ὁρκίζω ϲε τὸν θεὸν τὸν ἐπὶ τῆϲ ψυχοδοϲίαϲ παντὸϲ ἀνθρώπου γεγεγεγεν κείμενον Ιαω· ὁρκίζω ϲε τὸν θεὸν τὸν φωτίζοντα καὶ ϲκοτίζοντα τὸν κόϲμον Σεμεϲειλαμ· ὁρκίζω ϲε τὸν θεὸν τὸν πάϲηϲ μαγείαϲ τὴν ἔωγϲιν ἀνθρωπίνην ϲειυπν . . . . . Σαβαωθ· ὁρκίζω ϲε τὸν θεὸν τὸν τοῦ Σαλο- μόνοϲ Σουαρμιμωουθ· ὁρκίζω ϲε τὸν θεὸν τὸν τοῦ δευτέρου ϲτερεώματοϲ ἐν ἑαυτῶ τὴν δύναμιν ἔχοντα Μαρμαραωθ· ὁρκίζω ϲε τὸν θεὸν τὸν τῆϲ παλινγενεϲίαϲ Θωβαρραβαυ· ὁρκίζω ϲε τὸν θεὸν τὸν τοὺϲ ληνοὺϲ ὅλουϲ . α . . . ιευ· ὁρκίζω ϲε τὸν θεὸν τὸν τῆϲ ἡμέραϲ ταύτηϲ ἧϲϲε ὁρκίζω Αωαβαωθ· ὁρκίζω ϲε τὸν θεὸν τὸν ἔχοντα τῆν ἐξουϲίαν τῆϲ ὥραϲ ταύτηϲ ἧϲϲε, ὁρκίζω Ἰϲοῦ· ὁρκίζω ϲε τὸν θεὸν τὸν τῶν οὐρανίων ϲτερεωμάτων δεϲπόζοντα Ιαω ιβοηα· ὁρκίζω ϲε τὸν θεὸν τὸν οὐράνιον Ιθυαω· ὁρκίζω ϲε τὸν θεὸν τὸν τὴν διάνοιαν παντὶ ἀνθρώπω χαριϲάμενον Νεγεμψενπυενιπη· ὁρκίζω ϲε τὸν θεὸν τὸν πλάϲαντα πᾶν γένοϲ ἀνθρώπων Χωοιχαρεαμων· ὁρκίζω ϲε τὸν θεὸν τὸν τὴν ὅραϲιν παντὶ ἀνθρώπω χαριϲάμενον Ηχεταρωψιευ· ὁρκίζω ϲε τὸν θεὸν τὸν χαριϲάμενον τοῖϲ ἀνθρώποιϲ τὴν διὰ τῶν ἄρθρων κείνηϲιν Θεϲθενοθριλ . χεαυνξιν· ὁρκίζω ϲε τὸν θεὸν τὸν πατροπάτορα Φνουφοβοην· ὁρκίζω ϲε τὸν θεὸν τὸν τὴν κοίμηϲίν ϲοι δεδωρημένον καὶ ἀπολύϲαντά ϲε ἀπὸ δεϲμῶν τοῦ βίου Νεθμομαω· ὁρκίζω ϲε τὸν θεὸν τὸν παντὸϲ μύθου κυριεύοντα Ναχαρ· ὁρκίζω ϲε τὸν θεὸν τὸν τοῦ ὕπνου δεϲπόζοντα Σθομβλοην· ὁρκίζω ϲε τὸν θεὸν τὸν ἀέριον τὸν πελάγιον τὸν ὑπόγειον τὸν οὐράνιον τῶν πελάγων τὴν ἀρχὴν ϲυνβεβλημένον τὸν μονογενῆ τὸν ἐξ αυτοῦ ἀναφανέντα τὸν πυρὸϲ καὶ ὕδατοϲ καὶ γῆϲ καὶ ἀέροϲ τὴν ἐξουϲίαν ἔχοντα Ωηιαωεεηαφετι· προϲεξορκίζω ϲε κατὰ τὴν γῆν ὀνόματα Ἑκάτηϲ τριμόρφου μαϲτειγοφόρου δεδούλου λαμπαδούχου χρυϲοϲανδαλιαιμοποτιχθονίαν τὴν ἱππειτρο ακτι . . φι ερεϲχειγαλ νεβουτοϲουαντ· εἴπω ϲοι καὶ τὸ ἀλιθινὸν ὄνομα ὃ τρέμει Τάρταρα γῆ βυθὸϲ οὐρανὸϲ Φορβαβορφορβαβορφ. ορορ βαϲυνετειρω μολτιηαιω φυλακή ναπυφεραιω Ἀνάγκη μαϲκελλι μαϲκελλω φνουκενταβαωθ ὀρεοβαρζαργρα ηϲθανχουχηνχουχεωχ, ἵνα διακονήϲηϲ μοι ἐν τῶ κίρκω τῆ πρὸϲ ιζ' ἰδὼν νοεμβρίων καὶ καταδήϲηϲ πᾶν μέλοϲ πᾶν νεῦρον τοὺϲ ὤμουϲ τοὺϲ καρποὺϲ τοὺϲ ἀνκῶναϲ τῶν ἡνιόχων τοῦ ῥουϲϲέου Ὀλύμπου καὶ Ὀλυμπιάνου καὶ Σκοπτίου καὶ Ιουυένκου· βαϲάνιϲον αὐτῶν τὴν διανοίαν τὰϲ φρέναϲ τὴν αἴϲθηϲιν ἵνα μὴ νοῶϲιν τι ποιῶϲιν, ἀπόκνιϲον αὐτῶν τὰ ὄμματα ἵνα μὴ βλεπῶϲιν μήτε αὐτοὶ μήτε οἱ ἵπποι οὓϲ μέλλουϲιν ἐλαύνειν, Αἴγυπτον Καλλίδρομον καὶ εἴ τιϲ ϲὺν αὐτοῖϲ ἄλλοϲ ζευχθήϲεται, Οὐαλεν- τεῖνον καὶ Λαμπαδ . . . . . νον καὶ Μαῦρον Λαμπαδίου καὶ Χρύϲαϲπιν Ἴουβαν καὶ Ἰνδόν Παλμάτον καὶ Σούπερβον καὶ . ηιον Βούβαλον Κηνϲοράπου Ἔρεινα καὶ εἴ τινα ἄλλον ἵππον ἐξ αὐτῶν μέλλει ἐλαύνειν, καὶ εἴ τιϲ ἄλλοϲ ἵπποϲ τούτοιϲ μέλλει ϲυνζεύγνυϲθαι προλαβέτωϲαν, ἐπὶ νείκην μὴ ἔλθωϲιν.