Text ID: 318, Feature ID: 693, Curse ID: 60, Audollent (1904) - DT

 Texts: id 46263
txt_id
318
text
(ZZ an allen vier Rändern)
Σεμεσιλαμ δαματαμενευς ληοννα
λλελαμ . λαικαμ ερμουβελη ιακουβιαι ωερβηθ
ιωπακερβηθ ηωμαλθαβηθ αλλασαν καταρα, ἐξορκί-
ζω ὑμᾶς κατὰ τῶν μεγάλων ὀνομάτων ἵνα
καταδήσητε πᾶν μέλος καὶ πᾶν νεῦρον Βικτωρικοῦ
ὅ[ν] ἔτεκεν [γ]ῆ μήτηρ παντὸς ἐνψύχου, τοῦ ήνιόχου τοῦ
βενέτου, καὶ τῶν ἵππων αὐτοῦ ὧν μέλλι ἐλαύνιν, Σεκουν-
δινοῦ Ἰούβενιν καὶ Ἀτβοκᾶτον καὶ Βούβαλον, καὶ Βικτωρικοῦ
Πομπηϊανοῦ καὶ Βαϊανοῦ καὶ Βίκτορος καὶ Ἐξιμίου, κα-
ὶ τῶν Μεσσαλῶν Δομινάτορα, καὶ ὅσοι ἐάν συνζευχθῶ-
σιν αὐτοῖς· κατάδησον αὐτῶν τὰ σκέλη καὶ τὴν ὁπμὴν καὶ
τὸ πήδημα καὶ τὸν δρόμον, ἀμαύρωσον αὐτῶν τὰ
ὄμματα ἵνα μὴ βλέπωσιν, στρέβλωσον αὐτῶν
τὴν ψυχὴν καὶ τὴν καρδίαν ἵνα μὴ [π]νέωσιν. Ὡς οὗτ-
ος ὁ ἀλέκτωρ καταδέδεται τοῖς ποσὶ καὶ ταῖς χερσὶ καὶ τῆ
κεφαλῆ, οὕτως καταδήσατ[ε] τὰ σκέλη καὶ τὰς χιρας καὶ τὴν
κεφαλὴν καὶ τὴν καρδίαν Βικτωρικοῦ τοῦ ἡνιόχου τοῦ βενέ-
του ἐν τῆ αὔριν ἡμέρα καὶ τοὺς ἵππους οὓς μέλλι ἐλα-
ύνιν, Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτβοκᾶτον καὶ Βού-
βαλον καὶ Λαυριᾶτον, καὶ Βικτωρικοῦ Πομπηϊανὸν καὶ
Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίου[μ], καὶ τῶν Μεσσάλης
Δομινᾶτον, καὶ ὅσοι ἐὰν αὐτοῖς συνζευχθῶσιν. [Ἔ]τι ἐ-
ξορκίζω ὑμᾶς κατὰ τοῦ ἐπᾶν[ω] τοῦ οὐρανοῦ θεοῦ,
τοῦ καθημένου ἐπὶ τῶν Χερουβι, ὁ διορίσας τὴν γῆν
καὶ χωρίσας τὴν θάλασσαν, Ιαω αβριαω αρβαθιαω σαβαω
αδωναϊ, ἵνα καταδήσητε Βικτωρικὸν τὸν ἡνί-
οχον τοῦ βενέτου καὶ τοὺς ἵππους οὓς μέλλι ἐλαύνιν,
Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτουοκᾶτον, καὶ Βικτωρικοῦ
Πομπηϊανὸν καὶ Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίουμ,
καὶ τῶν Μεσσάλης Δομ[ι]νᾶτον, ἵνα ἐπὶ νείκην μ[ὴ]
ἔλ[θωσι]ν ἐν τῆ αὔριν ἡμέρα ἐν τῶ κίρκω· ἤδη ἤδη,
ταχὺ τα[χύ].
          (ZZ)
searchable text
Σεμεϲιλαμ δαματαμενευϲ ληοννα λλελαμ . λαικαμ ερμουβελη ιακουβιαι ωερβηθ ιωπακερβηθ ηωμαλθαβηθ αλλαϲαν καταρα, ἐξορκίζω ὑμᾶϲ κατὰ τῶν μεγάλων ὀνομάτων ἵνα καταδήϲητε πᾶν μέλοϲ καὶ πᾶν νεῦρον Βικτωρικοῦ ὅν ἔτεκεν γῆ μήτηρ παντὸϲ ἐνψύχου, τοῦ ήνιόχου τοῦ βενέτου, καὶ τῶν ἵππων αὐτοῦ ὧν μέλλι ἐλαύνιν, Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτβοκᾶτον καὶ Βούβαλον, καὶ Βικτωρικοῦ Πομπηϊανοῦ καὶ Βαϊανοῦ καὶ Βίκτοροϲ καὶ Ἐξιμίου, καὶ τῶν Μεϲϲαλῶν Δομινάτορα, καὶ ὅϲοι ἐάν ϲυνζευχθῶϲιν αὐτοῖϲ· κατάδηϲον αὐτῶν τὰ ϲκέλη καὶ τὴν ὁπμὴν καὶ τὸ πήδημα καὶ τὸν δρόμον, ἀμαύρωϲον αὐτῶν τὰ ὄμματα ἵνα μὴ βλέπωϲιν, ϲτρέβλωϲον αὐτῶν τὴν ψυχὴν καὶ τὴν καρδίαν ἵνα μὴ πνέωϲιν. Ὡϲ οὗτοϲ ὁ ἀλέκτωρ καταδέδεται τοῖϲ ποϲὶ καὶ ταῖϲ χερϲὶτ καὶ τῆ κεφαλῆ, οὕτωϲ καταδήϲατε τὰ ϲκέλη καὶ τὰϲ χιραϲ καὶ τὴν κεφαλὴν καὶ τὴν καρδίαν Βικτωρικοῦ τοῦ ἡνιόχου τοῦ βενέτου ἐν τῆ αὔριν ἡμέρα καὶ τοὺϲ ἵππουϲ οὓϲ μέλλι ἐλαύνιν, Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτβοκᾶτον καὶ Βούβαλον καὶ Λαυριᾶτον, καὶ Βικτωρικοῦ Πομπηϊανὸν καὶ Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίουμ, καὶ τῶν Μεϲϲάληϲ Δομινᾶτον, καὶ ὅϲοι ἐὰν αὐτοῖϲ ϲυνζευχθῶϲιν. Ἔτι ἐξορκίζω ὑμᾶϲ κατὰ τοῦ ἐπᾶνω τοῦ οὐρανοῦ θεοῦ, τοῦ καθημένου ἐπὶ τῶν Χερουβι, ὁ διορίϲαϲ τὴν γῆν καὶ χωρίϲαϲ τὴν θάλαϲϲαν, Ιαω αβριαω αρβαθιαω ϲαβαω αδωναϊ, ἵνα καταδήϲητε Βικτωρικτὸν τὸν ἡνίοχον τοῦ βενέτου καὶ τοὺϲ ἵππουϲ οὓϲ μέλλι ἐλαύνιν, Σεκουνδινοῦ Ἰούβενιν καὶ Ἀτουοκᾶτον, καὶ Βικτωρικοῦ Πομπηϊανὸν καὶ Βαϊανὸν καὶ Βίκτορα καὶ Ἐξιμίουμ, καὶ τῶν Μεϲϲάληϲ Δομινᾶτον, ἵνα ἐπὶ νείκην μὴ ἔλθωϲιν ἐν τῆ αὔριν ἡμέρα ἐν τῶ κίρκω· ἤδη ἤδη, ταχὺ ταχύ.
 
more...