text
[Ὁρκίζω σε ὅσ]τις ποτ' οὖ[ν εἶ], νεκυδαίμων ἄωρε, κατὰ τ-
ῶν [ἑ]π[τ]ὰ [σ]υνθρόνων χθωνίου βασιλεος αχλαουμ φερφεω βαφ-
αω βεβοχ βολβεσρω τυυυφθω, ἵνα καταδήσης
τοὺς ἵππους τοῦ πρασίνου ὧν τὰ ὀνόματά σοι παρακατατίθημ-
[ι], Δάρειον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρετι-
ῶσον Προυνικὸν Δάρδανον Εἴναχον Φλόριδον Πάρδον Σερουᾶτ-
ον Φούλγιδον Οὐικτῶρε Πρωφίκιον· κατάδη-
σον αὐτοῖς τὸν δρόμον τὴν δύναμιν τὴν ψυχὴν, ἄφελε α[ὐτῶν
τὴν νείκην, ἐ]μπόδισον αὐτοῖς τοὺς πόδας,
ἐκκόψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵνα μὴ
δυνασθῶσιν τῆ αὔριον ἡμέρα ἐν τῶ ἱπ-
ποδρόμω μήτε τρέχειν μήτε περιπατεῖν μήτε
νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶνας
τῶν ἱππαφίων μηδὲ προβαίνειν τὴν ἀρίαν μηδ-
ὲ κυκλεῦσαι τοὺς καμπτῆρας, ἀλλὰ πε-
σέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις Πρώτω καὶ
Φηλεῖκε καὶ Ναρκίσσω. Ὁρκίζω γάρ σε,
δαῖμον, κατὰ τῶν ἁγίων ὀνομάτων Σαλβαθβαλ αυθ-
γερωταβαλ βασ̣ο̣θατεω αλεω σαμ[α-]
βητωρ, κατάδησον τοὺς ἵππους τοῦ πρασίνου ὧ-
ν τὰ ὀνόματά σοι παρακατατέτηκα,
Δάρειον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρετιῶσον Πρ-
ουνικὸν Δάρδανον Εἴναχον Φλόρ-
ιδον Πάρδον Σερουᾶτον Φούλγιδον Οὐι-
κτῶρε Πρωφίκιον· κατάδησ-
ον αὐτοῖς δρόμον πόδας νείκην ὁρ-
μὴν ψυχὴν ταχύτ[η]τα, ἐκκ-
όψον ἐκνεύρωσον ἐξάρθρωσον αὐτοὺς ἵν-
α μὴ δυνασθῶσιν τῆ αὔριον ἡ-
μέρα ἐν τῶ ἱπποδρόμω μήτε τρέχει-
ν μήτε περιπατεῖν μηδὲ
νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πυλῶ-
νας τῶν ἱππαφίων μήτ-
ε προβαίνειν τὴν ἀρίαν μήτε τὸν σ-
πάτιον μηδὲ κυκλεῦ-
σαι τοὺς καμπτῆρας, ἀλλὰ πεσέ-
τωσαν σὺν τοῖς ἰδίοις
ἡνιόχοις Πρώτω καὶ Φηλεῖκε
καὶ Ναρκίσσω· κατάδη-
σον αὐτοῖς τὰς χεῖρας, ἄφελε
αὐτῶν τὴν νείκην τ-
ὸν ἀπόβασιν καὶ τὴν ὅρασιν ἵ-
να μὴ δυνασθῶ-
σιν βλέπειν τοὺς ἰδίους ἀν-
τιπάλους ἡνιο-
χοῦντες, ἀλλὰ μᾶλλον ἅρ-
πασον αὐτοὺς
ἐκ τῶν ἰδίων ἁρμάτων
καὶ στρέψον
ἐπὶ τὴν γῆν ἵνα πεσέ-
τωσαν ἐμ
παντὶ τόπω τοῦ ἱππο-
δρόμου σ-
ὺν τοῖς ἰδίοις ἵππ-
οις μ-
ετὰ βλάβης τοῦ
σώμα-
τος καὶ σκελ-
ῶν κ-
ατάγματος·
ἤδη
ἤδη ἤδη, ταχὺ
τα-
χ[ὺ] ταχέως,
κατάδησον.
searchable text
Ὁρκίζω ϲε ὅϲτιϲ ποτ' οὖν εἶ, νεκυδαίμων ἄωρε, κατὰ τῶν ἑπτὰ ϲυνθρόνων χθωνίου βαϲιλεοϲ αχλαουμ φερφεω βαφαω βεβοχ βολβεϲρω τυυυφθω, ἵνα καταδήϲηϲ τοὺϲ ἵππουϲ τοῦ πραϲίνου ὧν τὰ ὀνόματά ϲοι παρακατατίθημι, Δάρειον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρετιῶϲον Προυνικὸν Δάρδανον Εἴναχον Φλόριδον Πάρδον Σερουᾶτον Φούλγιδον Οὐικτῶρε Πρωφίκιον· κατάδηϲον αὐτοῖϲ τὸν δρόμον τὴν δύναμιν τὴν ψυχὴν, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπόδιϲον αὐτοῖϲ τοὺϲ πόδαϲ, ἐκκόψον ἐκνεύρωϲον ἐξάρθρωϲον αὐτοὺϲ ἵνα μὴ δυναϲθῶϲιν τῆ αὔριον ἡμέρα ἐν τῶ ἱπποδρόμω μήτε τρέχειν μήτε περιπατεῖν μήτε νεικῆϲαι μηδὲ ἐξελθεῖν τοὺϲ πυλῶναϲ τῶν ἱππαφίων μηδὲ προβαίνειν τὴν ἀρίαν μηδὲ κυκλεῦϲαι τοὺϲ καμπτῆραϲ, ἀλλὰ πεϲέτωϲαν ϲὺν τοῖϲ ἰδίοιϲ ἡνιόχοιϲ Πρώτω καὶ Φηλεῖκε καὶ Ναρκίϲϲω. Ὁρκίζω γάρ ϲε, δαῖμον, κατὰ τῶν ἁγίων ὀνομάτων Σαλβαθβαλ αυθγερωταβαλ βαϲοθατεω αλεω ϲαμα- βητωρ, κατάδηϲον τοὺϲ ἵππουϲ τοῦ πραϲίνου ὧν τὰ ὀνόματά ϲοι παρακατατέτηκα, Δάρειον Ἄγιλε Κουπείδινε Πουγιῶνε Πρετιῶϲον Προυνικὸν Δάρδανον Εἴναχον Φλόριδον Πάρδον Σερουᾶτον Φούλγιδον Οὐικτῶρε Πρωφίκιον· κατάδηϲον αὐτοῖϲ δρόμον πόδαϲ νείκην ὁρμὴν ψυχὴν ταχύτητα, ἐκκόψον ἐκνεύρωϲον ἐξάρθρωϲον αὐτοὺϲ ἵνα μὴ δυναϲθῶϲιν τῆ αὔριον ἡμέρα ἐν τῶ ἱπποδρόμω μήτε τρέχειν μήτε περιπατεῖν μηδὲ νεικῆϲαι μηδὲ ἐξελθεῖν τοὺϲ πυλῶναϲ τῶν ἱππαφίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε τὸν ϲπάτιον μηδὲ κυκλεῦϲαι τοὺϲ καμπτῆραϲ, ἀλλὰ πεϲέτωϲαν ϲὺν τοῖϲ ἰδίοιϲ ἡνιόχοιϲ Πρώτω καὶ Φηλεῖκε καὶ Ναρκίϲϲω· κατάδηϲον αὐτοῖϲ τὰϲ χεῖραϲ, ἄφελε αὐτῶν τὴν νείκην τὸν ἀπόβαϲιν καὶ τὴν ὅραϲιν ἵνα μὴ δυναϲθῶϲιν βλέπειν τοὺϲ ἰδίουϲ ἀντιπάλουϲ ἡνιοχοῦντεϲ, ἀλλὰ μᾶλλον ἅρπαϲον αὐτοὺϲ ἐκ τῶν ἰδίων ἁρμάτων καὶ ϲτρέψον ἐπὶ τὴν γῆν ἵνα πεϲέτωϲαν ἐμ παντὶ τόπω τοῦ ἱπποδρόμου ϲὺν τοῖϲ ἰδίοιϲ ἵπποιϲ μετὰ βλάβηϲ τοῦ ϲώματοϲ καὶ ϲκελῶν κατάγματοϲ· ἤδη ἤδη ἤδη, ταχὺ ταχὺ ταχέωϲ, κατάδηϲον.