Text ID: 281, Feature ID: 689, Curse ID: 56, Audollent (1904) - DT

 Texts: id 46260
txt_id
281
text
Ἐξορκίζω σε, νεκυδαίμ[ων] ἄωρε, ὅστις ποτ' οὖν εἶ, κατὰ τῶν κραταίων
ὀνομάτων σαλβαθβαλ αυθγερωταβαλ βασυθατεω α[λεω σαμα-
βηθωρ, κ]ατάδησον τοὺς ἵππους ὧν τὰ ὀνοματά σοι καὶ τὰς
[ε]ἰδαίας ἐν τούτω τῶ σκεύει παρακατατίθημε, ῥοσεον Σιλουανὸν
Σερουᾶτον Λοῦε Ζέφυρον Βλάνδον Ἰμβραῖον Δεί[ο]υιτε Μάρισκον
Ῥάπιδον Ὀριέντε Ἀρβοῦστον, τῶν οὐενετιανῶν Ἠμ[ινέντε Δίγνον
Λην]ῶνε Παίζοντε Χρύσασπιν Ἀρ[γ]οῦτον Δηρεισῶρε
Φρουγίφερον Εὐφράτην Σάνκτον Αἰθίοπε Πραικλᾶρον∙ κα-
τάδησον αὐτοῖς τὸν δρόμον τὴν δύναμιν τὴν ψυχὴν τ-
ὴν ὁρμὴν τὴν ταχύτητα, ἄφελε αὐτῶν τὴν νείκ[ην, ἐμπόδισ-]
ον αὐτοῖς τοὺς πόδας, ἐκκόψον ἐκνεύρωσον
αὐτοὺς ἵνα μὴ δυνασθῶσιν τῆ αὔριον ἡμέρα ἐν τ-
ῶ ἱπποδρόμω μηδὲ τρέχειν μηδὲ περιπατεῖν μηδ-
ὲ νεικῆσαι μηδὲ ἐξελθεῖν τοὺς πψλῶνας τῶν [ἱπ-
παφ]ίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε τὸν
σπάτιον, ἀλλὰ πεσέτωσαν σὺν τοῖς ἰδίοις ἡνιόχοις,
Εὐπρέπητε τὸ[ν] Τελεσφόρου τὸν καὶ Γέντιον καὶ
Φηλεῖκε καὶ Διονύσιον τὸν ἀποδάκνοντα καὶ λα-
μυρόν∙ ἐπιτάσσουσιν γάρ σοι αμυηκαρπτιρ ερ-
χονσοι ραζααβυα δρυενεφισι νοινισθεργα
βηφυρωρβηθ∙ κατάδησον τοὺς ἵππους ὧν τὰ ὀνόμ-
ατά σοι καὶ εἰδαίας παρακατατέθηκα
ἐν τούτω τῶ σκεύει, ῥοσεον Σιλουανόν Σερ-
ουᾶτον [Λ]οῦε Ζέφυρον Βλάνδον Ἰμβραῖ-
ον Δείουιτε Μάρισκον Ῥάπιδον Ὀριέντε Ἀρβο-
ῦστον καὶ τῶν οὐενετιανῶν Ἠμιν[έ]ν-
τε Δίγνον Ληνῶνε Παίζοντε Χρύσασπιν
Ἀργοῦτον Δηρεισῶρε Φρουγίφερον Εὐφ-
ράτην Σάνκτον Αἰθίοπε Πραικλᾶρον∙ κατά-
δησον αὐτοῖς τὸν δρόμον τὴν δύνα-
μιν τὴν ψυχὴν τὴν ὁρμὴν τὴν ταχύτη-
τα, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπ-
όδισον αὐτοῖς τοὺς πόδας, ἐκκόψον ἐ-
κνεύρωσον αὐτοὺς ἵνα μὴ δυνασθῶ-
σιν τῆ αὔριον ἡμέρα ἐν τῶ ἱπποδρόμ-
ω μηδὲ τρέχειν μηδὲ περιπατ-
εῖν μηδὲ νεικῆσαι μηδὲ ἐξελ-
θεῖν τοὺς πυλῶνας τῶν ἱππα-
φίων μήτε προβαίνειν τὴν ἀ-
ρίαν μήτε κυκλεῦσαι τοὺσ καμ-
πτῆρας, ἀλλὰ πεσέτωσαν σὺν
τοῖς ἰδίοις ἡνιόχοις, Εὐπρέ-
πητε τὸ[ν] Τελεσφόρου Γέντιον
καὶ Φηλεῖκε καὶ Διονύσιον τὸ-
ν ἀποδάκνοντα καὶ λαμυρόν∙
καταδησον αὐτοῖς τὰς χεῖ-
ρας, ἄφελε αὐτῶν τὴν ν-
είκην τὸν ἀπόβασιν καὶ
τὴν ὅρασιν ἵνα μὴ δυνασ-
θῶσιν βλέπειν τοὺ-
ς ἰδίους ἀντιπάλους
ἡνιοχοῦντες, ἀλλὰ
μᾶλλον ἅρπασον αὐ-
τοὺς ἐκ τῶν ἰδίων
ἁρμάτων καὶ στ-
ρέψον ἐπὶ τὴν γ-
ῆν ἵνα πεσέτω-
σαν μόνοι ἐμ
παντὶ τόπω τοῦ
ἱπποδρόμο-
υ συρόμενοι,
μάλιστα δ-
ὲ ἐν τοῖς καμ-
πτῆρσιν,
μετὰ βλά-
βης τοῦ
σώματο-
ς, σὺν
τοῖς ἵππ-
οις οὓς
ἐλαύν-
ου-
σιν∙ ἤδη,
τα-
[χ]ύ.
searchable text
Ἐξορκίζω ϲε, νεκυδαίμων ἄωρε, ὅϲτιϲ ποτ' οὖν εἶ, κατὰ τῶν κραταίων ὀνομάτων ϲαλβαθβαλ αυθγερωταβαλ βαϲυθατεω αλεω ϲαμαβηθωρ, κατάδηϲον τοὺϲ ἵππουϲ ὧν τὰ ὀνοματά ϲοι καὶ τὰϲ εἰδαίαϲ ἐν τούτω τῶ ϲκεύει παρακατατίθημε, ῥοϲεον Σιλουανὸν Σερουᾶτον Λοῦε Ζέφυρον Βλάνδον Ἰμβραῖον Δείουιτε Μάριϲκον Ῥάπιδον Ὀριέντε Ἀρβοῦϲτον, τῶν οὐενετιανῶν Ἠμινέντε Δίγνον Ληνῶνε Παίζοντε Χρύϲαϲπιν Ἀργοῦτον Δηρειϲῶρε Φρουγίφερον Εὐφράτην Σάνκτον Αἰθίοπε Πραικλᾶρον∙ κατάδηϲον αὐτοῖϲ τὸν δρόμον τὴν δύναμιν τὴν ψυχὴν τὴν ὁρμὴν τὴν ταχύτητα, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπόδιϲ- ον αὐτοῖϲ τοὺϲ πόδαϲ, ἐκκόψον ἐκνεύρωϲον αὐτοὺϲ ἵνα μὴ δυναϲθῶϲιν τῆ αὔριον ἡμέρα ἐν τῶ ἱπποδρόμω μηδὲ τρέχειν μηδὲ περιπατεῖν μηδὲ νεικῆϲαι μηδὲ ἐξελθεῖν τοὺϲ πψλῶναϲ τῶν ἱππαφίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε τὸν ϲπάτιον, ἀλλὰ πεϲέτωϲαν ϲὺν τοῖϲ ἰδίοιϲ ἡνιόχοιϲ, Εὐπρέπητε τὸν Τελεϲφόρου τὸν καὶ Γέντιον καὶ Φηλεῖκε καὶ Διονύϲιον τὸν ἀποδάκνοντα καὶ λαμυρόν∙ ἐπιτάϲϲουϲιν γάρ ϲοι αμυηκαρπτιρ ερχονϲοι ραζααβυα δρυενεφιϲι νοινιϲθεργα βηφυρωρβηθ∙ κατάδηϲον τοὺϲ ἵππουϲ ὧν τὰ ὀνόματά ϲοι καὶ εἰδαίαϲ παρακατατέθηκα ἐν τούτω τῶ ϲκεύει, ῥοϲεον Σιλουανόν Σερουᾶτον Λοῦε Ζέφυρον Βλάνδον Ἰμβραῖον Δείουιτε Μάριϲκον Ῥάπιδον Ὀριέντε Ἀρβοῦϲτον καὶ τῶν οὐενετιανῶν Ἠμινέντε Δίγνον Ληνῶνε Παίζοντε Χρύϲαϲπιν Ἀργοῦτον Δηρειϲῶρε Φρουγίφερον Εὐφράτην Σάνκτον Αἰθίοπε Πραικλᾶρον∙ κατάδηϲον αὐτοῖϲ τὸν δρόμον τὴν δύναμιν τὴν ψυχὴν τὴν ὁρμὴν τὴν ταχύτητα, ἄφελε αὐτῶν τὴν νείκην, ἐμπόδιϲον αὐτοῖϲ τοὺϲ πόδαϲ, ἐκκόψον ἐκνεύρωϲον αὐτοὺϲ ἵνα μὴ δυναϲθῶϲιν τῆ αὔριον ἡμέρα ἐν τῶ ἱπποδρόμω μηδὲ τρέχειν μηδὲ περιπατεῖν μηδὲ νεικῆϲαι μηδὲ ἐξελθεῖν τοὺϲ πυλῶναϲ τῶν ἱππαφίων μήτε προβαίνειν τὴν ἀρίαν μήτε κυκλεῦϲαι τοὺϲ καμπτῆραϲ, ἀλλὰ πεϲέτωϲαν ϲὺν τοῖϲ ἰδίοιϲ ἡνιόχοιϲ, Εὐπρέπητε τὸν Τελεϲφόρου Γέντιον καὶ Φηλεῖκε καὶ Διονύϲιον τὸν ἀποδάκνοντα καὶ λαμυρόν∙ καταδηϲον αὐτοῖϲ τὰϲ χεῖραϲ, ἄφελε αὐτῶν τὴν νείκην τὸν ἀπόβαϲιν καὶ τὴν ὅραϲιν ἵνα μὴ δυναϲθῶϲιν βλέπειν τοὺϲ ἰδίουϲ ἀντιπάλουϲ ἡνιοχοῦντεϲ, ἀλλὰ μᾶλλον ἅρπαϲον αὐτοὺϲ ἐκ τῶν ἰδίων ἁρμάτων καὶ ϲτρέψον ἐπὶ τὴν γῆν ἵνα πεϲέτωϲαν μόνοι ἐμ παντὶ τόπω τοῦ ἱπποδρόμου ϲυρόμενοι, μάλιϲτα δὲ ἐν τοῖϲ καμπτῆρϲιν, μετὰ βλάβηϲ τοῦ ϲώματοϲ, ϲὺν τοῖϲ ἵπποιϲ οὓϲ ἐλαύνουϲιν∙ ἤδη, ταχύ.
 
more...