text
Horcizo se daemonion pneumn to enthade cimenon to onomati to agio Aωθ
Αβ[α]ωθ, τὸν θεὸν τοῦ Αβρααν καὶ τὸν Ιαω τὸν τοῦ Ιακου, Ιαω
Αωθ Αβαωθ, θεὸν τοῦ Ισραμα, ἄκουσον τοῦ ὀνόματος ἐντείμου
καὶ φ[οβ]εροῦ καὶ μεγάλου, καὶ ἄξον αὐτὸν πρὸς τὴν
cae apelthe pros ton Orbanon hon ethecn Urbana,
Δομιτιανὴν, ἣν ἔτεκεν Κ[αν]διδά, ἐρῶντα μαινόμενον ἀγρυπνοῦν-
τα ἐπὶ τῆ φιλία αὐτῆς καὶ ἐπιθυ[μ]ία καὶ δεόμενον αὐτῆς ἐπανελθεῖν
εἰς τὴν οἰκίαν αὐτοῦ σύμβιο[ν] γενέσθαι. Ὁρκίζω σε τὸν μέγαν θεὸν
τὸν αἰώνιον καὶ ἐπαιώνιο[ν] καὶ παντοκράτορα τὸν ὑπεράνω τῶν
ὑπεράνω θεῶν· ὁρκίζω [σ]ε τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν θά-
λασσαν· ὁρκίζω σε τὸν διαχωρίσαντα τοὺς εὐσεβεῖς· ὁρκίζω σε
τὸν διαστήσαντα τήν ῥάβδον ἐν τῆ θαλάσση, ἀγ̣αγεῖν καὶ ζεῦξαι
τὸν Οὐρβανόν, ὃν ἔτεκεν Οὐρβανά, πρὸς τὴν Δομιτιανάν, ἣν ἔτεκεν
Κανδιδά, ἐρῶντα βασανιζόμενον ἀ̣γρυπνοῦντα ἐπὶ τῆ ἐπιθυμία αὐ-
τῆς καὶ ἔρωτι, ἳν' αὐτὴν σύμβιον ἀπάγη εἰς τὴν οἰκίαν ἑαυτοῦ· ὁρκί-
ζω σε τὸν ποιήσαντα τὴν ἡμίονον μὴ τεκεῖν· ὁρκίζω σε τὸν διορίσαν-
τα τὸ φ[ῶς] ἀπὸ τοῦ σκότους· ὁρκίζω σε τὸν συντρείβοντα τὰς πέτρας·
ὁρκί[ζω] σε τὸν ἀπορ(ρ)ήξαντα τὰ ὄρη· ὁρκίζω σε τὸν συνστρέφοντα τὴν
γῆν ἐ[πὶ τ]ῶν θεμελίων αὐτῆς· ὁρκίζω σε τὸ ἅγιον ὄνομα ὃ οὐ λέγεται· ἐν
τῶ ι̣σ̣α . . . . ω̣ ὀνομάσω αὐτὸ καὶ οἱ δαίμονες ἐξεγερθῶσιν ἔκθαμβοι καὶ περί-
φοβοι [γ]ενόμενοι, ἀγαγεῖν καὶ ζεῦξαι σύμβιον τὸν Οὐρβανόν, ὃν ἔτεκεν
Οὐρβανά, πρὸς τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα καὶ δεόμε-
νον αὐτῆς· ἤδη, ταχύ. Ὁρκίζω σε τὸν φωστῆρα καὶ ἄστρα ἐν οὐρανῶ ποιή-
σαντα διὰ φωνῆς προστάγματος, ὥστε φαίνειν πᾶσιν ἀνθρώποις·
ὁρκίζω σε τὸν συνσείσαντα πᾶσαν τὴν οἰκουμένην καὶ τὰ ὄρη
ἐκτραχηλίζοντα καὶ ἐκβρά[ζ]οντα, τὸν ποιοῦντα ἔκτρομον τὴν [γ]ῆ-
ν ἅπασ(αν καὶ) καινίζοντα πάντας τοὺς κατοικοῦντας· ὁρκίζω σε τὸν ποιή-
σαντα σημεῖα ἐν οὐρανῶ κ[αὶ] ἐπὶ γῆς καὶ θαλάσσης, ἀγαγεῖν καὶ ζεῦξαι
σύμβιον τὸν Οὐρβανόν, ὃν ἔ[τ]εκεν Οὐρβανά, πρὸς τὴν Δομιτιανήν, ἣν
ἔτεκεν Κανδιδά, ἐρῶντα αὐτῆς καὶ ἀγρυπνοῦντα ἐπὶ τῆ ἐπιθυμία αὐ-
τῆς, δεόμενον αὐτῆς καὶ ἐρωτῶντα αὐτὴν ἵνα ἐπανέλθη εἰς τὴν οἰκίαν
αὐτοῦ σύμβιο[ς] γενομένη· ὁρκίζω σε τὸν θεὸν τὸν μέγαν τὸν αἰώ-
νιον καὶ παντοκράτορα, ὃν φοβεῖται ὄρη καὶ νάπαι καθ' ὅλην τὴν οἰ-
κουμένην, δί ὃν ὁ λείων ἀφείησιν τὸ ἅρπασμα καὶ τὰ ὄρη τρέμει
καὶ [ἡ γῆ] καὶ ἡ θάλασσα, ἕκαστον ἰδάλλεται ὃν ἔχει φόβον τοῦ Κυρίου
α[ἰ]ω[νίου] ἀθανάτου παντεφόπτου μεισοπονήρου ἐπισταμένου τὰ
γ[ενόμ]ενα ἀγαθὰ καὶ κακὰ καὶ κατὰ θάλασσαν καὶ ποταμοὺς καὶ τὰ ὄρη
καὶ [τὴν] γῆ[ν], Αωθ Αβαωθ, τὸν θεὸν τοῦ Αβρααν καὶ τὸν Ιαω τὸν τοῦ Ιακου,
Ιαω Αωθ Αβαωθ, θεὸν τοῦ Ισραμα, ἄξον ζεῦξον τὸν Οὐρβανόν, ὃν
ἔτεκεν Οὐρβα(νά), πρὸς τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα
μαι[ν]όμενον βασανιζόμενον ἐπὶ τῆ φιλία καί ἔρωτι καὶ ἐπιθυμία
τῆς Δομιτιανῆς, ἣν ἔτεκεν Κανδιδά, ζεῦξον αὐτοὺς γάμω καὶ
ἔρωτι συμβιοῦντας ὅλω τῶ τῆς ζωῆς αὐτῶν χρόνω, ποίησον αὐ-
τὸν ὡς δοῦλον αὐτῆ ἐρῶντα ὑποτεταχθῆναι, μηδεμίαν ἄλλη[ν]
γυναῖκα μήτε παρθένον ἐπιθυμοῦντα, μόνην δὲ τὴν Δομιτια[νάν],
ἣν ἔτεκεν Κανδιδά, σύμβιον ἔχειν ὅλω τῶ τῆς ζωῆς αὐτῶ[ν χρόνω·]
ἤδη ἤδη, ταχὺ ταχύ.
searchable text
Horcjzo se daemonjon pnevmn to enthade cjmenon to onomatj to agjo Aωθ Αβαωθ, τὸν θεὸν τοῦ Αβρααν καὶ τὸν Ιαω τὸν τοῦ Ιακου, Ιαω Αωθ Αβαωθ, θεὸν τοῦ Ιϲραμα, ἄκουϲον τοῦ ὀνόματοϲ ἐντείμου καὶ φοβεροῦ καὶ μεγάλου, καὶ ἄξον αὐτὸν πρὸϲ τὴν cae apelthe pros ton Orbanon hon ethecn Urbana, Δομιτιανὴν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα μαινόμενον ἀγρυπνοῦντα ἐπὶ τῆ φιλία αὐτῆϲ καὶ ἐπιθυμία καὶ δεόμενον αὐτῆϲ ἐπανελθεῖν εἰϲ τὴν οἰκίαν αὐτοῦ ϲύμβιον γενέϲθαι. Ὁρκίζω ϲε τὸν μέγαν θεὸν τὸν αἰώνιον καὶ ἐπαιώνιον καὶ παντοκράτορα τὸν ὑπεράνω τῶν ὑπεράνω θεῶν· ὁρκίζω ϲε τὸν κτίϲαντα τὸν οὐρανὸν καὶ τὴν θάλαϲϲαν· ὁρκίζω ϲε τὸν διαχωρίϲαντα τοὺϲ εὐϲεβεῖϲ· ὁρκίζω ϲε τὸν διαϲτήϲαντα τήν ῥάβδον ἐν τῆ θαλάϲϲη, ἀγαγεῖν καὶ ζεῦξαι τὸν Οὐρβανόν, ὃν ἔτεκεν Οὐρβανά, πρὸϲ τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα βαϲανιζόμενον ἀγρυπνοῦντα ἐπὶ τῆ ἐπιθυμία αὐτῆϲ καὶ ἔρωτι, ἳν' αὐτὴν ϲύμβιον ἀπάγη εἰϲ τὴν οἰκίαν ἑαυτοῦ· ὁρκίζω ϲε τὸν ποιήϲαντα τὴν ἡμίονον μὴ τεκεῖν· ὁρκίζω ϲε τὸν διορίϲαντα τὸ φῶϲ ἀπὸ τοῦ ϲκότουϲ· ὁρκίζω ϲε τὸν ϲυντρείβοντα τὰϲ πέτραϲ· ὁρκίζω ϲε τὸν ἀπορρήξαντα τὰ ὄρη· ὁρκίζω ϲε τὸν ϲυνϲτρέφοντα τὴν γῆν ἐπὶ τῶν θεμελίων αὐτῆϲ· ὁρκίζω ϲε τὸ ἅγιον ὄνομα ὃ οὐ λέγεται· ἐν τῶ ιϲα . . . . ω ὀνομάϲω αὐτὸ καὶ οἱ δαίμονεϲ ἐξεγερθῶϲιν ἔκθαμβοι καὶ περίφοβοι γενόμενοι, ἀγαγεῖν καὶ ζεῦξαι ϲύμβιον τὸν Οὐρβανόν, ὃν ἔτεκεν Οὐρβανά, πρὸϲ τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα καὶ δεόμενον αὐτῆϲ· ἤδη, ταχύ. Ὁρκίζω ϲε τὸν φωϲτῆρα καὶ ἄϲτρα ἐν οὐρανῶ ποιήϲαντα διὰ φωνῆϲ προϲτάγματοϲ, ὥϲτε φαίνειν πᾶϲιν ἀνθρώποιϲ· ὁρκίζω ϲε τὸν ϲυνϲείϲαντα πᾶϲαν τὴν οἰκουμένην καὶ τὰ ὄρη ἐκτραχηλίζοντα καὶ ἐκβράζοντα, τὸν ποιοῦντα ἔκτρομον τὴν γῆν ἅπαϲαν καὶ καινίζοντα πάνταϲ τοὺϲ κατοικοῦνταϲ· ὁρκίζω ϲε τὸν ποιήϲαντα ϲημεῖα ἐν οὐρανῶ καὶ ἐπὶ γῆϲ καὶ θαλάϲϲηϲ, ἀγαγεῖν καὶ ζεῦξαι ϲύμβιον τὸν Οὐρβανόν, ὃν ἔτεκεν Οὐρβανά, πρὸϲ τὴν Δομιτιανήν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα αὐτῆϲ καὶ ἀγρυπνοῦντα ἐπὶ τῆ ἐπιθυμία αὐτῆϲ, δεόμενον αὐτῆϲ καὶ ἐρωτῶντα αὐτὴν ἵνα ἐπανέλθη εἰϲ τὴν οἰκίαν αὐτοῦ ϲύμβιοϲ γενομένη· ὁρκίζω ϲε τὸν θεὸν τὸν μέγαν τὸν αἰώνιον καὶ παντοκράτορα, ὃν φοβεῖται ὄρη καὶ νάπαι καθ' ὅλην τὴν οἰκουμένην, δί ὃν ὁ λείων ἀφείηϲιν τὸ ἅρπαϲμα καὶ τὰ ὄρη τρέμει καὶ ἡ γῆ καὶ ἡ θάλαϲϲα, ἕκαϲτον ἰδάλλεται ὃν ἔχει φόβον τοῦ Κυρίου αἰωνίου ἀθανάτου παντεφόπτου μειϲοπονήρου ἐπιϲταμένου τὰ γενόμενα ἀγαθὰ καὶ κακὰ καὶ κατὰ θάλαϲϲαν καὶ ποταμοὺϲ καὶ τὰ ὄρη καὶ τὴν γῆν, Αωθ Αβαωθ, τὸν θεὸν τοῦ Αβρααν καὶ τὸν Ιαω τὸν τοῦ Ιακου, Ιαω Αωθ Αβαωθ, θεὸν τοῦ Ιϲραμα, ἄξον ζεῦξον τὸν Οὐρβανόν, ὃν ἔτεκεν Οὐρβανά, πρὸϲ τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ἐρῶντα μαινόμενον βαϲανιζόμενον ἐπὶ τῆ φιλία καί ἔρωτι καὶ ἐπιθυμία τῆϲ Δομιτιανῆϲ, ἣν ἔτεκεν Κανδιδά, ζεῦξον αὐτοὺϲ γάμω καὶ ἔρωτι ϲυμβιοῦνταϲ ὅλω τῶ τῆϲ ζωῆϲ αὐτῶν χρόνω, ποίηϲον αὐτὸν ὡϲ δοῦλον αὐτῆ ἐρῶντα ὑποτεταχθῆναι, μηδεμίαν ἄλλην γυναῖκα μήτε παρθένον ἐπιθυμοῦντα, μόνην δὲ τὴν Δομιτιανάν, ἣν ἔτεκεν Κανδιδά, ϲύμβιον ἔχειν ὅλω τῶ τῆϲ ζωῆϲ αὐτῶν χρόνω· ἤδη ἤδη, ταχὺ ταχύ.