text
Παρακατατίθεμαι ὑμῖν τοῦτον τὸν κατάδεσμον θεο[ῖ]ς καταχθονίοις, Πλούτωνι καὶ Κόρῃ Φερσεφόνῃ
Ἐρεσχιγαλ καὶ Ἀδών̣διι τῷ καὶ Βαρβαριθα καὶ Ἑρμῇ καταχθονίῳ Θωουθ φωκενσεψευ ερεκτ̣αθου μισον-
κταικ καὶ Ἀνούβιδι κραταιῷ ψηριφθα, τῷ τὰς κλεῖδας ἔχοντι τῶν κατ̣ὰ ᾋδ̣ους, καὶ δαίμοσι κατα-
χθονίοις θεοῖς, ἀώροις τε καὶ ἀώραις, μέλλαξι καὶ παρθένοις, ἐνιαυτοῖς ἐξ ἐνιαυτῶν, μήνασι
ἐκ μηνῶν, ἡμέραις ἐκ ἡμερῶν, ὥρασι ὡρῶν, νύκτες ἐκ νυκτῶν· ὁρκίζω πάντας τὸυς δαί-
μονας τοὺς ἐν τῷ τόπῳ τούτῳ συνπαραστῆναι τῷ δαίμονι τούτῳ Ἀντινόῳ. Διέγειραί μοι σε-
αυτὸν καὶ ὕπαγε εἰς πᾶν τ[όπο]ν, εἰς πᾶν ἄμφ̣ο̣δον, εἰς πᾶσαν οἰκ̣ε̣ίαν καὶ κατάδησον Π̣τ̣ολε-
μαίδα, ἣν ἔτεκεν Ἀϊᾶς, τὴν θυγατέρα Ὡριγένους, ὅπως μὴ βινηθῇ, μὴ πυγισθῇ, μη-
δὲν πρὸς ἡδονὴν ποιήσῃ ἑταίρφ ἀνδρὶ εἰ μὴ ἐμο̣ὶ μόνῳ τῷ Σαραπάμμωνι, ὃν ἔτε-
κεν Ἀρέ̣α, καὶ μὴ ἀφῇς αὐτὴν φαγεῖν, μὴ πεῖν, μὴ στέ⟨ρ⟩γειν μήτε ἐξελθεῖν μήτε
ὕπνου τυχεῖν ἐκτὸς ἐμοῦ τοῦ Σαραπάμμωνος, οὗ ἔτεκεν Ἀ̣ρ̣έ̣α̣. Ἐξορκίζω σε, νεκύδαιμον
Ἀντίνοε, κατὰ τοῦ ὀνόματος [τοῦ] τρομεροῦ καὶ φοβεροῦ, οὗ ἡ γῆ ἀκούσασα τοῦ ὀνό-
ματος ἀνυγήσεται, οὗ οἱ δαίμονες ἀκούσαντες τοῦ ὀνόματος ἐνφόβως φοβοῦνται,
οὗ οἱ ποταμοὶ καὶ πέτραι ἀκούσαντες ῥήσσ̣[οντα]ι· ὁρκίζω σε, νεκύδαιμον Ἀντίνοε,
κατὰ τοῦ Βαρβαραθαμ χελουμ̣β̣ρ̣α βαρ̣ο̣υ̣[χ] Ἀδωναὶ καὶ κατὰ τοῦ Ἀβρασὰξ
καὶ κατὰ τοῦ Ἰαὼ πακεπτωθ πακ̣ε̣βραωθ σα̣βαρβαρ̣αει καὶ κατὰ
τοῦ Μαρμαραουωθ καὶ κατὰ τοῦ Μάρμαραχθα μ̣αμαζαγ̣α̣ρ̣. Μὴ παρα-
κούσῃς, νεκύδαιμον Ἀντίνοε, ἀλλ᾿ ἔγειραί μοι σεαυτὸν καὶ ὕπαγε εἰς πᾶν τό-
πον, εἰς πᾶν ἄμφοδον, εἰς πᾶσαν οἰκείαν καὶ ἄγαγέ μοι τὴν Πτολεμαίδα,
ἣν ἔτ̣εκεν Ἀϊᾶ̣ς, τὴν θυγατέρα Ὡριγένους· κατάσχες αὐτῆς τὸ̣ βρωτόν,
τὸ ποτόν, ἕως ἔ̣λθῃ πρὸς ἐμὲ τὸν Σαραπάμμωνα, ὃν ἔτεκεν Ἀρέα,
καὶ μὴ ἐάσῃς αὐτὴν ἄλλου ἀνδρὸς πεῖραν λαβεῖν εἰ μὴ ἐμοῦ μόνου
τοῦ Σαραπάμμωνος. Ἕλκε αὐτ̣ὴ̣ν τῶν τριχῶν, τῶν σπλάγχνων,
ἕως μὴ ἀποστῇ μου τοῦ Σαραπάμμωνος, οὗ ἔτεκεν Ἀρέ̣α, καὶ ἔχω
αὐτὴν τὴν Πτολεμαίδα, ἣν ἔτεκεν Ἀϊᾶς, τὴν θυγατέρα Ὡριγένους,
ὑποτεταγμένην εἰς τὸν ἅπαντα χρόνον τῆς ζωῆς μου,
φιλοῦσάν με, ἐρῶσ[ά]ν μου, λέγουσάν μοι ἃ ἔχει ἐν νόῳ. Ἐὰν τοῦτο
ποιήσῃς, ἀπολύσω σε.
searchable text
Παρακατατίθεμαι ὑμῖν τοῦτον τὸν κατάδεϲμον θεοῖϲ καταχθονίοιϲ, Πλούτωνι καὶ Κόρῃ Φερϲεφόνῃ Ἐρεϲχιγαλ καὶ Ἀδώνδιι τῷ καὶ Βαρβαριθα καὶ Ἑρμῇ καταχθονίῳ Θωουθ φωκενϲεψευ ερεκταθου μιϲονκταικ καὶ Ἀνούβιδι κραταιῷ ψηριφθα, τῷ τὰϲ κλεῖδαϲ ἔχοντι τῶν κατὰ ᾋδουϲ, καὶ δαίμοϲι καταχθονίοιϲ θεοῖϲ, ἀώροιϲ τε καὶ ἀώραιϲ, μέλλαξι καὶ παρθένοιϲ, ἐνιαυτοῖϲ ἐξ ἐνιαυτῶν, μήναϲι ἐκ μηνῶν, ἡμέραιϲ ἐκ ἡμερῶν, ὥραϲι ὡρῶν, νύκτεϲ ἐκ νυκτῶν· ὁρκίζω πάνταϲ τὸυϲ δαίμοναϲ τοὺϲ ἐν τῷ τόπῳ τούτῳ ϲυνπαραϲτῆναι τῷ δαίμονι τούτῳ Ἀντινόῳ. Διέγειραί μοι ϲεαυτὸν καὶ ὕπαγε εἰϲ πᾶν τόπον, εἰϲ πᾶν ἄμφοδον, εἰϲ πᾶϲαν οἰκείαν καὶ κατάδηϲον Πτολεμαίδα, ἣν ἔτεκεν Ἀϊᾶϲ, τὴν θυγατέρα Ὡριγένουϲ, ὅπωϲ μὴ βινηθῇ, μὴ πυγιϲθῇ, μηδὲν πρὸϲ ἡδονὴν ποιήϲῃ ἑταίρφ ἀνδρὶ εἰ μὴ ἐμοὶ μόνῳ τῷ Σαραπάμμωνι, ὃν ἔτεκεν Ἀρέα, καὶ μὴ ἀφῇϲ αὐτὴν φαγεῖν, μὴ πεῖν, μὴ ϲτέ⟨ρ⟩γειν μήτε ἐξελθεῖν μήτε ὕπνου τυχεῖν ἐκτὸϲ ἐμοῦ τοῦ Σαραπάμμωνοϲ, οὗ ἔτεκεν Ἀρέα. Ἐξορκίζω ϲε, νεκύδαιμον Ἀντίνοε, κατὰ τοῦ ὀνόματοϲ τοῦ τρομεροῦ καὶ φοβεροῦ, οὗ ἡ γῆ ἀκούϲαϲα τοῦ ὀνόματοϲ ἀνυγήϲεται, οὗ οἱ δαίμονεϲ ἀκούϲαντεϲ τοῦ ὀνόματοϲ ἐνφόβωϲ φοβοῦνται, οὗ οἱ ποταμοὶ καὶ πέτραι ἀκούϲαντεϲ ῥήϲϲονται· ὁρκίζω ϲε, νεκύδαιμον Ἀντίνοε, κατὰ τοῦ Βαρβαραθαμ χελουμβρα βαρουχ Ἀδωναὶ καὶ κατὰ τοῦ Ἀβραϲὰξ καὶ κατὰ τοῦ Ἰαὼ πακεπτωθ πακεβραωθ ϲαβαρβαραει καὶ κατὰ τοῦ Μαρμαραουωθ καὶ κατὰ τοῦ Μάρμαραχθα μαμαζαγαρ. Μὴ παρακούϲῃϲ, νεκύδαιμον Ἀντίνοε, ἀλλ᾿ ἔγειραί μοι ϲεαυτὸν καὶ ὕπαγε εἰϲ πᾶν τόπον, εἰϲ πᾶν ἄμφοδον, εἰϲ πᾶϲαν οἰκείαν καὶ ἄγαγέ μοι τὴν Πτολεμαίδα, ἣν ἔτεκεν Ἀϊᾶϲ, τὴν θυγατέρα Ὡριγένουϲ· κατάϲχεϲ αὐτῆϲ τὸ βρωτόν, τὸ ποτόν, ἕωϲ ἔλθῃ πρὸϲ ἐμὲ τὸν Σαραπάμμωνα, ὃν ἔτεκεν Ἀρέα, καὶ μὴ ἐάϲῃϲ αὐτὴν ἄλλου ἀνδρὸϲ πεῖραν λαβεῖν εἰ μὴ ἐμοῦ μόνου τοῦ Σαραπάμμωνοϲ. Ἕλκε αὐτὴν τῶν τριχῶν, τῶν ϲπλάγχνων, ἕωϲ μὴ ἀποϲτῇ μου τοῦ Σαραπάμμωνοϲ, οὗ ἔτεκεν Ἀρέα, καὶ ἔχω αὐτὴν τὴν Πτολεμαίδα, ἣν ἔτεκεν Ἀϊᾶϲ, τὴν θυγατέρα Ὡριγένουϲ, ὑποτεταγμένην εἰϲ τὸν ἅπαντα χρόνον τῆϲ ζωῆϲ μου, φιλοῦϲάν με, ἐρῶϲάν μου, λέγουϲάν μοι ἃ ἔχει ἐν νόῳ. Ἐὰν τοῦτο ποιήϲῃϲ, ἀπολύϲω ϲε.